no image
DDbDP-text
Traduzione greca, in copia, del contratto di compravendita della casa con pronesion via HGV-meta
Linked by Trismegistos ID
TM 9911.
Each record below describes this same ancient text from a different angle.
ἀντίγραφον συγγραφῆς Αἰγυπτίας πράσεως Ἑλληνιστὶ μεθηρμηνευμένης κατὰ τὸ δυνατόν. ἔτους μα τῆς Καίσαρος κρατήσεως θ θεοῦ υἱοῦ μηνὸς Ἁθὺρ κδ. λέγει ἐμνίθης ὀρπάις τοπαίις προφήτης ἐκ προφήτου Χαιρήμων Ἡρώιδου μητρὸς Θάσιτος νοιβουάπει ῥεισεεῖ ῥεισιγέτου νεφερσάτι Σαταβοῦτι Ἑργέως νεωτέρου μητρὸς Σαταβοῦτος· πέπεικάς με ἀργυρίῳ τῇ τιμῇ τῆς ὑπαρχούσης μοι οἰκίας ᾠκοδομημένης ἐστεγασμένης τεθυρωμένηςτεθυρομένης κάτω ἄνωἄνωι καὶ τοῦ ἐκἐγ βορρᾶ ταύτης προνησίου καὶ αἰθρίου καὶ τῶν ἐκἐγ νότου τόπων ψιλῶν καὶ τῶν συν κυρόντων πάντων ἐν κώμῃ Σούχου νήσου Σωκνοπαίου θεοῦ μεγάλου μεγάλου τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ ἐπὶ τοῖς οὖσι μέτροις πᾶσι. γείτονες νότου περίμετρον κώμης βορρᾶβορραῖ Ὥρου τοῦ Ὥρου οἰκία λιβὸς καὶ ἀπηλιώτου ῥῦμαι βασιλικαί. σὰ δʼ ἔστιν ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἐπὶ τὸν ἅπαντα χρόνον καὶ οὐκ ἐξέσται μοι οὐδʼ ἄλλωι οὐδενὶ ἁπλῶς κυριεύειν αὐτῶν πλὴν σοῦ ἀπὸ τῆς σήμερον ἡμέρας ἐπὶ τὸν ἀεὶ χρόνον. ἐὰν δέ τις ἐπέλθῃ ἐπὶ σὲ περὶ αὐτῶν ἐκστήσωἐξτήσωι αὐτὸν ἀπὸ σοῦ ἐπάναγκον ἀνεπιεικὲςἀνεπικὲς καὶ βεβαιώσωβεβαιωσο σοι αὐτὰ ἀπό τε συγγραφῶν πασῶν καὶ συναλλαγμάτων πάντων καὶ παντὸς εἴδους ἐάν τε ἀδελφὸς ἢ ἀδελφὴἀδελφηι ἢ υἱὸς ἢ θυγάτηρ ᾖ παντὸς τῷ καθόλου. σαὶ δʼ εἰσὶν αἱ γεγονυῖαιγεγονυεῖαι κατʼ αὐτῶν συγγραφαὶ πᾶσαι καὶ αἱ γεγενημέναι μοι κατʼ αὐτῶν συγγραφαὶ πᾶσαι καὶ αἱ γεγονυῖαιγεγονυεῖαι τῷ τε πατρὶ καὶ τῇ μητρί μου κατʼ αὐτῶν συγγραφαὶ πᾶσαι καὶ συναλλάγματαSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.