no image
DDbDP-text
Undertaking to Collect Corn for the Embole via HGV-meta
Linked by Trismegistos ID
TM 9893.
Each record below describes this same ancient text from a different angle.
ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν καὶ τῆς δεσποίνης ἡμῶν τῆς ἁγίας θεοτόκου καὶ πάντων τῶν ἁγίων. Ἐπεὶφ ιδ δεκάτης ἰνδικτίονος, ἐν Ἀρσινόῃ. Φλαουίῳ Ἰωάννῃ τῷ ἐνδοξοτάτῳ ἰλλουστρίῳ καὶ παγάρχῳ ταύτης τῆς Ἀρσινοιτῶν πόλεως, Αὐρήλιος Φοιβάμμων μείζων υἱὸς Μηνᾶ ἀπὸ κώμης Βουβάστου τοῦ Ἀρσινοίτου νομοῦ, χαίρειν. ὁμολογῶ ἑκουσίᾳ γνώμῃ, ἐπομνύμενος Θεὸν παντοκράτορα, συντεθεῖσθαί με πρὸς τὴν ὑμετέραν ἐνδοξότητα τὸν κόκκον τῆς αἰσίας ἐμβολῆς τῆς παρούσης δεκάτης ἰνδικτίονος, ἑτοίμως μʼ ἔχειν των εἰς πλῆρεςπλῆρης καὶ ἀνελλειπῶς καὶ ἀποπληρῶσαι αὐτῇ. εἰ δὲ μὴ τοῦτο ποιήσω, ἀλλʼ ἀπομείνῃ τι ἐξ αὐτῶν, ἐνέχεσθαί με παρασχεῖν αὐτῇ ὑπὲρ ἑκάστου μέτρου ἀπομένοντος χρυσίου νομισμάτιον ἕν, χρυσίου νομισμάτιον α. κυρία ἡ ὁμολογίαὁμολογω καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Φοιβάμμων μείζωνμειζως υἱὸς Μηνᾶ στοιχεῖ μοι πάντα ὡς πρόκειται. Αὐρηλίου Φοιβάμμωνος μείζωνος υἱοῦ Μηνᾶ ἀπὸ κώμης Βουβάστου τοῦ Ἀρσινοίτου νομοῦ εἰς Φλάουιον Ἰωάννην τὸν ἐνδοξότατον ἰλλούστριον καὶ πάγαρχον. διʼ ἐμοῦ Καλομηνᾶ υἱοῦ σὺν θεῷ νοταρίουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.