no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 20177.
Each record below describes this same ancient text from a different angle.
τῶι κρατίστωι παρὰ Ταμύσθας Κενθνούφεως κους ἀπὸ κώμης Θερενούθεως τοῦ Προ σωπείτου νομοῦ. τοῦ πατρός μου, κύριε, τελευτήσαντος καὶ καταλιπόντος μοι τὸ ἐπιβάλλον αὐτῷ μέρος οἰκοπέδων καὶ φοινικῶνος ἐν Σκίθι πατρικῶν αὐτοῦ ὄντων, ὁ τούτου ἀδελφὸς Πανετβῆς καὶ Θαῆσις Πατερμούθεως ἀνεψιά μου βι αίως ἀντιλαμβάνονται τοῦ πατρικοῦ μου μέρους προφάσει γεωργίας βασιλικῆς γῆς, εἰς ἣν γυνὴ οὖσα οὐκ ὀφείλω καθέλ κεσθαι κατὰ τὰ ὑπὸ τῶν ἡγεμόνων καὶ ἐπιτρόπων περὶ τούτου διατεταγμένα, ἐπεὶ καὶ ἄτεκνός εἰμι καὶ οὐδὲ ἐμαυτῆι ἀπαρκεῖν δύναμαι. ἀξιῶ οὖν, κύριε, ἐάν σου τῇ τύχῃ δόξῃ, κελεῦσαι γραφῆναι τῷ τοῦ νομοῦ στρατηγῷ ἐπαναγκάσαι αὐ τοὺς τὸ πατρικόν μοι μέρος ἀποκαταστῆ σαι, τὴν δὲ γεωργίαν ὑπό τε τοῦ Πανε τβήους καὶ τῶν τῆς Θαήσιος τέκνων γί νεσθαιγείνεσθαι, ἵνʼ ὦ εὐεργετημένη. διευτύχει. Ταμύσθα ἐπιδέδωκα. Διονύσιος ἔγρα ψα ὑπὲρ αὐτῆς γράμματα μὴ εἰδυίηςἰδυίης. ἔτους ε Θὼθ ιγ. ἔντυχε τῷ στρατηγῷ, ὃς τὰ ἑαυτῷ προσήκοντα ποιήσει ἀπόδος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.