no image
DDbDP-text
Eingabe an den Rat von Antinoe via HGV-meta
Linked by Trismegistos ID
TM 18491.
Each record below describes this same ancient text from a different angle.
τῆι κρατίστηι βουλῆι Ἀντινοέων Νέων Ἑλλήνων παρὰ Λουκίου Οὐαλερίου Λουκρη τιανοῦ Ματιδείου τοῦ καὶ Πλωτινί ου καὶ Λουκίου Λογγείνου Ἑρεννίου Παυλεινίου τοῦ καὶ Μεγαλεισίου. οὐκ ἀ γνοεῖτε, ἄνδρες κράτιστοι, ὅτι πασῶν λειτουργιῶν ἀφείθημενἀφθείθημεν τῶν ἀλλαχοῦ κατὰ διάταξιν θεοῦ Ἁδριανοῦ τοῦ καὶ οἰκιστοῦ τῆς ἡμετέρας πόλεως. ἐπεὶ οὖν γενόμε νοι εἰς Φειλαδελφίαν κώμην τοῦ Ἀρσινο είτου τῆς Ἡρακλείδου μερίδος, ἔνθα γεου χοῦμεν, ἐπὶ τῆς διορθώσεως δημοσίων τελεσμάτωνὀφειλημάτωνλοτωνἐλεουργῶν, ὁ τῆς προκειμένης κώμης κωμογραμματεὺς Ἀφροδᾶς Θέωνος κατʼ ἐπή ρειαν ἐπέδωκεν ἡμᾶς ἐπὶ τῆς καταγωγῆς τοῦ σίτουσείτου παρὰ τὰ διατεταγμένα. κατὰ τὸ ἀναγ καῖον, κύριοι, τὴν πρόσοδον πρὸς ὑμᾶς ποι οῦμεν ἀξιοῦντες, ἐὰν ὑμῖν δόξῃ, ἀνε νεγκεῖν τῷ κρατίστῳ ἐπιστρατήγῳ Καλπουρνίωι Κονκέσσῳ περὶ τούτου, ὅπως κατὰ τὰ ὑπάρχοντα ἡμῖν δίκαια κελεύσῃκελεῦσαι ἑτέρους ἀνθʼ ἡμῶν κατασταθῆναικατατασταθῆναι καὶ λόγον αὐτὸν ὑποσχεῖν τῶν τετολμημέ νων καὶ εἰς τὸ ἑξῆς ἀνεπηρεάστουςεἰς τὸ πέραν ἀνεπηρεάστουςἐπκρεάστουςπέραν ἐνκρεάστους φυλα χθῆναι. διευτυχεῖτε. ἔτους δ Αὐτοκράτορος Καίσαρος Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Σεβαστοῦ Ἀραβικοῦ Ἀδιαβηνικοῦ Μεσορὴ κ. Λούκιος Οὐαλέριος Λουκρητιανὸς ἐπιδέδωκαἐπιδέδοκα καὶ ἔγραψα ὑπὲρ Ἑρεννίου μὴ εἰδότος γράμματα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.