no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 9190.
Each record below describes this same ancient text from a different angle.
αφοΑσ· Γαίωι ΣτατιλίωιΟὐαλερίωι Μαξίμωι τῷ κρατίστωι ἐπιστρατήγωι παρὰ Γαίου Ἰουλίου Ἀπολλιναρίου στρατιώτου σπείρης πρώτης Ἀπαμηνῶν ἑκατονταρχί ας Ἡρακλείδου. ἐωνησάμην, κύριε, ἐκ προ κηρύξεως ἐν τῶι διεληλυθότι ἔτει τοῦ κυ ρίου ἡμῶν Ἀντωνείνου Φαμενὼθ περὶ πεδίον κώμης Κερκεσούχων τοῦ Ἀρ σινοείτου νομοῦ τῆς Ἡρακλείδου μερίδος σιτικὰς ἀρούρας ἓξ γεγονυίας τὸ πρὶν τοῦ πατρός μου Μύστου Ἀφροδεισίου καὶ Νίνου ἀδελφοῦ μου, ἀναλημφθείσας εἰς τὸ ταμιεῖονταμεῖον κοινωνῶνκοινῶν αὐτῶν γεινομέ νων ἐν τῇενη ἐγχειρισθείσῃ αὐτοῖς σιτολογίᾳσειτολογίᾳ, ὧν καὶ τὴν τιμὴν ἐπὶ τῶν τόπων διέ γραψα. ἐπεὶ οὖν οἱ τὰς προκειμένας ἀρού ρας προγεωργοῦντες Κάστωρ Ητος καὶ υἱὸς αὐτοῦ δης ἄχρι νῦν ἀντιλαμβα νόμενοι αὐτῶν οὐ βούλονται τοὺς φό ρους μοι ἀποδοῦναι, δέομαι, ἐάν σοι δόξῃ, κελεῦσαι γράφειν τῷ τοῦ Ἀρσινοείτου τῆς Ἡρακλείδου μερίδος στρατηγῷ, ἐπα ναγκάσαι αὐτοὺς ἀποδοῦναί μοι τοὺς φό ρους καὶ ἀποστῆναι εἰς τὸ ἑξῆς τῶν ἐ μοὶ κεκυρωμένωνπεπραμενων ὑπὸ σοῦ τοῦ κυρίου ἀρου ρῶν, ἵνʼ ὦ εὐεργετημένος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.