no image
DDbDP-text
Denunzia di proprietà via HGV-meta
Linked by Trismegistos ID
TM 23552.
Each record below describes this same ancient text from a different angle.
ροε ἔτους ιε καὶ ἔτους ιδ τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ ζ ἔτους τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων Χοίακ κδ· Ἰουλίωι Ἀλεξάνδρωι τῶι διασημοτάτωι κηνσίτορι παρὰ Αὐρηλίας Τινούτιος Βήκιος ἀπὸ κώμης Ὅρμου. ἀκολούθως τῷ θείῳ προστάγματι τῶν δεσποτῶν ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων ἀπογράφομαι ἔχειν μεμε περὶ πρακτορίαν κώμης μς ἐν τῇ Περὶ πόλιν κάτω ἐκ τοῦ Θόαντος κλήρου ἰδιωτικῆς ἐσπαρμένης ἄρουραι . καὶ ἐξόμνυμι τὴν τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων τύχην ἐξ ἀληθείας καὶ πιστ ῶςπιστεῶς τὴν ἀπογραφὴν πεποιῆσθαι καὶ οὐδὲν τὸ σύνολον κεκακουργηκέναι ἢ παραλελοιπέναι εἰ δὲ μὴ ἔσομαι ὑπεύ θυνος τῷ σεβασμίῳ ὅρκῳ. καὶ πρὸς τοῦτο ἐπερωτηθεῖσα ὡμολόγησα. διευτύχει. Αὐρηλία Τινοῦτις ἀπεγραψάμην ὀμνύουσα τὸν σεβάσμιον ὅρκον. Αὐρήλιος Ἀνίκητος ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίης γράμματα. legi. διὰ κολλήματοςκολλημάτων ροθSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.