no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 270.
Each record below describes this same ancient text from a different angle.
Ἑρμίας Δημητρίωι χαίρειν. τοῦ παρʼ Ἑρμώνακτος τῶν ὁμοτίμων τοῖς συγγενέσι καὶ ὑποδιοικητοῦ χρηματισμοῦ ἀντίγραφον ὑπόκειται. κατακολουθήσας οὖν τοῖς διʼ αὐτοῦ σημαινομένοις χρημάτισον ἀπὸ τῆς ἐν Παθύρει τραπέζης, συνυπο γράφοντος Φίβιος τοῦ βασιλικοῦ γραμματέως, τοῖς ἐπὶ τῶν δηλουμένων πλοίων ἑκάστου χαλκοῦ τάλαντα τριάκοντα τέσσαρα γίνονται τάλαντα λδ καὶ σύμβολον καὶ ἀντισύμβολον ποίησαι ὡς καθήκει. ἔρρωσο. ἔτους θ Παχὼν ιϛ. Ἑρμῶναξ Ἑρμίᾳ χαίρειν. τοῦ παρὰ Πτολεμαίου τοῦ συγγενοῦς καὶ διοικητοῦ χρηματισμοῦ ἀντίγραφον ὑπόκειται. κατακολουθήσας οὖν τοῖς διʼ αὐτοῦ σημαινομένοις χρημάτισον ἐκ τοῦ Λατοπολίτου ἀκολούθως τοῖς συντεταγμένοις, συνυπογράφοντος καὶ Φίβιος τοῦ βασιλικοῦ γραμματέως, τοῖς ἐπὶ τῶν Παμφίλου πλοίων β ἑκάστωι τοῦ μηνὸς τάλαντα η Γ, πυροῦ ἀρτάβας κε, τὰ αἱροῦντα δ μηνῶν τάλαντα λδ, πυροῦ ἀνηριθμημένου ἀρτάβας ρ, γίνονται τάλαντα λδ πυροῦ ἀνηριθμημένου ἀρτάβαι ρ καὶ σύμβολον καὶ ἀντισύμβολον ποίησαι ὡς καθήκει. ἔτους θ Φαρμοῦθι ε. Πτολεμαῖος Ἑρμώνακτι χαίρειν. τοῖς ἐπὶ τῶν συνπλεόντων Παμφίλωι τῶι παρʼ ἡμῶν προκεχειρισμένωι ἐπὶ τὸν ἐπισπου δασμὸν τοῦ πυροῦ πλοίων δύο χρημάτιζε κατὰ μῆνα, ἐφʼ ὅσον ἂν χρόνον περὶ τὸ προκείμενον ἦι, ἑκάστωι τοῦ μηνὸς τάλαντα η Γ, πυροῦ ἀρτάβας κε, γίνονται τάλαντα η Γ, πυροῦ κε. ἔτους θ Χοίαχ κδ. χρημάτισον χαλκοῦ τάλαντα τριάκοντα τέσσαρα γίνονται τάλαντα λδ. ἔτους θ Παχὼν ιϛ Φῖβις. χρημάτισον χαλκοῦ τάλαντα τριάκοντα τέσσαρα γίνονται τάλαντα λδ. ἔτους θ Παχὼν ιϛ. Δημητρίωι DemoticSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.