no image
DDbDP-text
Letter from Amyntas to Kriton via HGV-meta
Linked by Trismegistos ID
TM 1429.
Each record below describes this same ancient text from a different angle.
Ἀμύντας Κρίτωνι χαίρειν. Χαρμῖνος ὁ τὴν ἐπιστολήν σοι ἀποδιδούς ἐστιν Ἡρακλείδου υἱὸς τοῦ ἐκ τῆς ἱερᾶς πρωιρέως, ἀπέσταλταιἀφέσταλται δὲ ὑπό τε τοῦ πατρὸς καὶ τῶν λοιπῶν τῶν τὴν δωρεὰν ἐχόντων κομιούμενος. χαριεῖ δή μοι σπουδάσας τε ὅπως ὅ τι τάχος λάβηι καὶ ἐὰν κατα πλῆι πλοῖον ἐπιβιβάσας αὐτόν· ἔστι γὰρ ἄπειρος· εἰ δὲ μή, τό γε κερμάτιον λαβὼν παρʼ αὐτοῦ ἐσφραγισμένον καὶ ἀποστείλας πρὸς ἡμᾶς, ἵνʼ ἀποδῶμεν ἡμεῖς αὐτοῖς. ἔρρωσο. Ἀμύντου περὶ Χαρμίνου. Κρίτωνι. ἔτους κη, Περιτίου ε, ἐν τῶι Βερενίκης ὅρμωι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.