no image
DDbDP-text
Δημοφῶν Πτολεμαίωι χαίρειν. Ἁρμιῦσιν νέμοντα τὰ Καρνεάδου τοῦ λογευτοῦ πρόβατα ὡς ἂν ἀναγνῶις τὴν ἐπιστολὴν ἀπόστειλον εἰς Ὀξυρύγχων πόλιν μετὰ φυλακῆς. συντέταχεν γὰρ Ἀμμώνιος ὁ οἰκονόμος διὰ τὸ τινα αὐτῶι vestiges καὶ τοῦτο ὅπως μὴ παρέργως ἔσται, ἀλλὰ ἅμα ἡμέραι πάρεχε αὐτόν. ἔρρωσο.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.