no image
DDbDP-text
Prêt d’argent via HGV-meta
Linked by Trismegistos ID
TM 3319.
Each record below describes this same ancient text from a different angle.
βασιλεῖ Πτολεμαίωι χαίρειν Διοσκουρίδης, Νικάνωρ. ἀδικούμεθα ὑπὸ Νεφορσούχου. δανεισαμένη γὰρ παρʼ ἡμῶνημιν τοῦ κϛ ἔτους, παρὰ Διοσκουρίδου μὲν χαλκοῦ δραχμὰς ι, παρὰ Νικάνορος χαλκοῦ δραχμὰς ιδ, ὥστʼ εἶναι δραχμὰς κδ, οὐκ ἀποδίδωσινἀποδωσιν ἡμῖν παρὰ τὸ ἀπεληλυθέναι αὐτὴν εἰς Κερκεσοῦχα, τῆς Ἡρακλείδου μερίδος, καταφρονοῦσαν ἡμῶν. δεόμεθα οὖν σου, βασιλεῦ, εἴ σοι δοκεῖ, προστάξαι Διοφάνηι τῶι στρατηγῶι γράψαι Δεινίαι τῶι ἐπιστάτηι Κερκεσούχων ἀνακαλεσάμενον αὐτήν, ἐὰν μὲν ὁμολογῆι, πράξαντα αὐτὴν ἀποδοῦναι ἡμῖν, ἐὰν δέ τι ἀντιλέγηι, ἀποστεῖλαι αὐτὴν ἐπὶ Διοφάνην τὸν στρατηγόν, ὅπως ἂν τύχωμεν τῆς παρὰ σοῦ φιλανθρωπίας. εὐτύχει. Δεινίαι. μάλιστα διάλυσον αὐτούς· εἰ δὲ μή, ἀπόστειλον ὅπως ἐπὶ τοῦ κοινοδικίου διακριθῶσιν. ἔτους α, Γορπιαίου κη, Τῦβι ιβ. ἔτους α, Γορπιαίου κη, Τῦβι ιβ. Διοσκουρίδης, Νικάνωρ πρὸς Νεφερσοῦχιν περὶ δραχμῶν κδ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.