no image
DDbDP-text
Bericht über Zustellung einer Ladung via HGV-meta
Linked by Trismegistos ID
TM 22347.
Each record below describes this same ancient text from a different angle.
Φλαυίωι Αἰλίωι Γεσσίωι τῶι λαμπροτάτωι ἡγεμόνι Αὐρήλιος Κλεόβουλος πολιτευόμενος Ὀάσεως μεγάλης χαίρειν. πρόσταγμα ἐκομισάμην παρὰ τῆς σῆς λαμπρότητος, κύριε, τὸ κελεῦόν μοι παραπέμψαι εἰς τὸ δικαστήριον τοὺς κληρονόμους Ἀπίου ἔτι καὶ κληρονόμους Ἡρακλείου Δομεττίου καὶ νου Σεπτιμίου ἢ τοὺς ἐντολι καρίους τοὺς δυναμένους ἀποκρίνασθαι ὑπὲρ αὐτῶν ἐν τῷ δικαστηρίῳ πρὸς τὰ ἐπενεχθησόμενα αὐτοῖς ὑπὸ τῆς λαμπροτάτης οἰκίας Ἀνδρομάχου καὶ παραυτά, ἐν στέρνοις ἔχων τὸν φόβον τῆς σῆς μεγαλειότητοςμεγαλιότητος, ἐπεκείμην αὐτοῖς ἐνοχλῶν καὶ τὴν εἰς τὴν ἐσωτέραν Ὀᾶσιν πορίαν ὑποστάς, ὅπου τὰς διατριβὰς ἔχουσιν, τοὺς παραδοθέντας μοι ὑπʼ αὐτῶν ἐντολικαρίους ἱκανοὺς δυναμένους τὴν χώραν αὐτῶν ἀποπληρῶσαι μετʼ ἐνγυητῶν ἀκολούθως αἷς ἔθεντο χειρογραφείαις, ἀπέστειλα διὰ Ἰσιδώρου βενεφικιαρίου τῆς σῆς τοῦ ἐμοῦ κυρίου τάξεως, ὑποκολλήσας τὸ μοναχὸν τῶν χειρογραφιῶν αὐτῶν πρὸς τὸ μηδὲν λαθεῖν τὴν ἐπαγρυπνοτάτην κηδεμονίανκηδεμονείαν, δέσποτασοῦ δέσποτα. ἐρρῶσθαί σε εὔχομαι, λαμπρότατε ἡγεμὼν κύριε, πολλοῖς χρόνοις. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Οὐάλεντος τὸ καὶ Οὐαλεντινιανοῦ τὸ .Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.