no image
DDbDP-text
Gleiche Gattung wie 77 via HGV-meta
Linked by Trismegistos ID
TM 23520.
Each record below describes this same ancient text from a different angle.
Φλαυίωι Αἰλίωι Γεσσίωι τῶι λαμπροτάτῳ ἡγεμόνι Αὐρήλιος Κλέοβουλος πολιτευόμενος Ἱβιτῶν πόλεως χαίρειν. πρόσταγμα ἐκομισάμην τῆς σῆς λαμπρότητος, κύριε, διὰ Ἰσιδώρου βενεφικιαρίου τῆς σῆς τοῦ ἐμοῦ κυρίου τάξεως τὸ κελεῦόν μοι ἐπὶ πέρας ἀγαγεῖν τὰ προστεταγμένα ὑπὸ τοῦ κυρίου μου τοῦ προηγησαμένου Περγαμίου ἕνεκεν χρέους τῆς λαμπροτάτης οἰκίας Ἀνδρομάχου, καὶ ἐν στέρνοις ἔχων τὸν φόβον τοῦ δικαστηρίου ἀνέ δραμον εἰς τὴν ἔσω Ὀᾶσιν ἀπεστηκυῖαν τῆς ἐμῆς πολιτείαςπολιτίας ἐπὶἐπεὶ τέσσαρας ὅλας νυχθημέρους διʼ ἀνύδρων ὀρῶν καὶ ὅσον ἐπεκείμην αὐτοῖς ἐνοχλῶν τὸ ἱκανὸν τῷ προστάγματι ἀποπληρῶσαι ἐντα Ἰσίδωρος ὁ βενεφικιάριος νετεα ὥστε ἢ αὐτοὺς παραπέμψαι ἢ τοὺς ἐντολικαρίους τοὺς δυναμένους ἀποκρίνασθαι ὑπὲρ αὐτῶν ἐν τῷ δικαστηρίῳ πρὸς τὰ ἐπενεχθησόμενα αὐτοῖς καὶ παραυτὰ παραδοὺς Ἰσιδώρῳ τοὺς ἐντολικαρίους τῶν αὐτῶν ἔγραψά σοισυ πρὸς τὸ μηδὲν λαθεῖν σοῦ τὴν ἐπάγρυπνον κηδεμονίαν, δέσποτα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.