no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 10027.
Each record below describes this same ancient text from a different angle.
Φλαούιος Μακάριος διασημότατος ἐπίτροπος δεσποτικῶν κτήσεων Φλαουίῳ Ἀμιννέῳ πραιφέκτῳ κάστρων Διονυσιάδος χαίρειν. ἡ ἐξουσία τοῦ κυρίου μου Φλαουίου Φηλικισσίμου τοῦ διασημοτάτου κόμιτός τε καὶ δουκὸς προνοίαν ποι ουμένη τοῦ δεσποτικοῦ οἴκου προσέταξεν τῇ ἐμῇ ἐπιμελείᾳἐπιμελίᾳ βοήθειανβοήθιαν στρατιωτικὴν μοι παρασχεθῆναι εἰς τὴν ἀπαίτησιν τῶν δεσ ποτικῶν κανόνων ἐκ τῶν ὑπὸ τὴν σὴν φρον τίδα στρατιωτῶν. σπούδασον οὖν κατὰ τὰ γραφέντα σοι ὑπὸ τοῦ αὐτοῦ κυρίου μου τοῦ διασημοτάτου δουκὸς στρατιώτας ἀποστεῖλαιἀποστῖλαι εἰς τὴν αὐτὴν ἀπαίτησιν διὰ τοῦ ἀπο σταλέντος ὀφφικιαλίου ὑπό τε τοῦ αὐτοῦ κυρίου μου τοῦ διασημοτάτου δουκὸς οὐ μὴν ἀλλὰ καὶ τοῦ κυρίου μου τοῦ διασημοτάτου καθολικοῦ, γιγνώσκωνγειγνώσκων ὡς εἰ μὴ βουληθείηςβουληθίης τούτους ἀποστεῖλαιἀποστῖλαι ἀνε νεχθήσεται εἰς γνῶσιν τοῦ αὐτοῦ κυρίου μου δουκὸς ὡς σου τὴν ἀπαίτησιν τοῦ δεσπο τικοῦ οἴκου ἐνεδρεύσαντος. ἐρρῶσθαί σε, κύριε ἄδελφεἄδελφαι, πολλοῖς χρόνοις εὔχομαι. Φλαούιος Μακάριος Φλαουίῳ Ἀμιννέῳ πραιποσίτῳSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.