no image
DDbDP-text
Eingabe an den ἀρχιερεύς via HGV-meta
Linked by Trismegistos ID
TM 18511.
Each record below describes this same ancient text from a different angle.
τῷ δεῖνι ἱερεῖ ἐνάρχῳ ἐξηγητῇ βουλευτῇ τῆς ὈξυρυγχιτῶνὈξυρύγχων πόλεως παρὰ Αὐρηλίας Τεχωσαρίου τῆς καὶ Ἰσιδώραςπαρὰ Αὐρηλίας τῆς καὶ Ἰσιδώρας Παναρέτου τοῦ καὶ Θέωνος ἀπὸ τῆς αὐτῆς πόλεως. αἰτοῦμαι τῷ ἰδίῳ κινδύνῳ ἐπίτροπον τῶν ἀφηλίκων μου τέκνων τῆς πατρικῆς αὐτῶν κληρονομίας Αὐρήλιον Ἀχιλλέα Θέωνος αλειτο τὸν πρὸς πατρὸς αὐτῶν θεῖον ὄντα εὔπορον παρόντα καὶ εὐδοκοῦντα τῇ αἱρέσει τῆς ἐπιτροπῆς ἐπὶ τῷ αὐτὸν η τῇ ἐμῇ διὰ τὸ ἀναγκαίως καὶ ἐμὲκἀμὲ εἶναι ἐπακολουθή τριαν βιβλίδιονβιβλείδιον πρὸς τὸ τὰ τούτων ἑξῆς ἀκόλουθα γενέσθαι καὶ τὰ δίκαια αὐτῶν μὴ ἀπολέσθαι. ἔτους β Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Φαῶφι. Αὐρηλία ΤεχωσάριονΑὐρηλία λεχθεῖσα ὡς πρόκειται. ἡ και Ἰσιδώρα ἐπιδέδωκα Αὐρήλιος Αὐρήλιος Σερῆνος ἐπιγέγραμμαι αὐτῆς κύριος αἰτηθεὶςκύριος. αἰτηθεὶς καὶ ἔγραψα ὑπὲρ αὐτῆςἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίης γράμματα. Αὐρήλιος Ἀχιλλεὺς Θέωνος εὐδοκῶ ς Ὡριγένης καὶ ὑπηρέτης διὰ Αὐρηλίου Ὠριγένους υἱοῦ ἐπήνεγκα. ὑπηρέτης ἐπήνεγκα Ἁθὺρ γ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.