no image
DDbDP-text
Bodenpacht via HGV-meta
Linked by Trismegistos ID
TM 19715.
Each record below describes this same ancient text from a different angle.
μετὰ τὴν ὑπατείαν Φλαυίου Φιλοξένου τοῦ ἐνδοξοτάτου Φαωφι κθ πέμπτης ἰνδικτίονος Αὐρήλιοι Βίκτωρ Ἑρμαουῶτος καὶ Φοιβάμμων Ψαίου Λαρτ καὶ Βίκτωρ Ψεμπνούθου οἱ πάντες ἀγροφύλακες ἐπὶ τῆς πεδιάδος κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ Αὐρηλίῳ Ἀπολλῶτι Διοσκόρου ἀπὸ τῆς αὐτῆς κώμης χαίρειν. ὁμολογοῦμεν μεμισθῶσθαι παρὰ σοῦ πρὸς τριετῆ χρόνον ἀπὸ καρπῶν σὺν Θεῷ ἕκτης ἰνδικτίονος καὶ αὐτῆς τὸ ὑπάρχον σοι ἥμισυ τῶν ὅλων ἀρουρῶν ἀνύδρων οὐσῶν κοινῶν πρὸς τοὺς κληρονόμους Μουσαίου Συρίωνος ὑπὲρ τοῦ ἄλλου ἡμίσους μέρους τουτέστι τὴν νοτίνην μερίδα σὺν δικαίοις πᾶσι κατὰ τὰ ὅρια τοῦ βουνοῦ κυκλόθενκυκλώθεν περὶ τὸ ὄρος διακείμενον ἐν τῇ πεδιάδι τῆς αὐτῆς κώμης ἐφʼ ᾧ ἡμᾶς τοῦτο γεωργῆσαι καὶ παρέξομενπαράξωμέν σοι τὸν φόρον ἐπ' ἀποτάκτῳ ἐν ἀναβάσει καὶ λὶψ σίτου ἀρτάβας ἓξ καὶ κριθῶν ἀρτάβας ἓξ τῷ σῷ μέτρῳ· μέντοι γε, εἰ δὲ μὴ ὁ Νεῖλος ἦλθεν εἰς τὸ προκείμενον κλῆρον, ἀποκουφίσεις ἡμῖν ἐκ τοῦ προκειμένου φόρου κριθῶν ἀρτάβας τρεῖςτρῖς ἀναμφιλόγως. ἡ μίσθωσις κυρία καὶ βεβαία καὶ ἐπερωθέντες ὡμολογήσαμεν. δηλαδὴ κλήρου Τχηνεσταυε βορρᾶ τῶν ἀρουρῶν ἐμοῦ Βίκτορος Ἑρμαυῶτος. Αὐρήλιοι Βίκτωρ Ἑρμαυῶτος καὶ Φοιβάμμων Ψαίου καὶ Βίκτωρ Ψεμπν ούθου οἱ προκείμενοι μεμισθώμεθα ὡς πρόκειται. Ἰωσήφις Ἑρμαυῶτος πρεσβύτερος ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων. ἐγράφη δι' ἐμοῦ Ἀβρααμίου ἀπο μίσθωσις Βίκτορος Ἑρμαουῶτος καὶ Φοιβάμμωνος Ψαίου καὶ Βίκτορος ΨεμπνούθουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.