no image
DDbDP-text
Lease. Land via HGV-meta
Linked by Trismegistos ID
TM 19711.
Each record below describes this same ancient text from a different angle.
λογιζόμενον ἀπὸ καρπῶν τῆς σὺν Θεῷ μελλούσης τρίτης ἰνδικτίονος καὶ αὐτῆς τὰς ὑπαρχούσας σοι γονικὰς ἀρούρας τὰς οὔσας ἐν κλήρῳ ΤχηνεσταυεΤαχηπέστατε καλούμενας Κασίνλα ἀνύδρους σὺν παντὶ τῷ δικαίῳ κατὰ τὰ ὅρια κατὰ κοινωνίαν πρὸς τοὺς κληρονόμουςκληρονμ τοῦ γέροντος Σουροῦτος Χαρισίου ὑπὲρ τοῦ ἀλλοῦ ἡμίσους μέρους ἐφʼ ᾧ με ταύτας γεωργῆσαι καὶ παρέξω σοι τὸν φόρον ἑκάστης ἀρούρης κατʼ ἔτος πρὸς ἀναμέτρησιν τοῦ σχοινίου σίτου ἀρτάβας δύο κριθῶν ἀρτάβας δύο τῷ ἐμῷ μέτρῳ δηλαδὴ τὰς προκειμένας ἀρούρας ἐκ βορρᾶ τῶν ἐμῶν ἀρουρῶν καὶ ἀπὸ τῆς μεγάλης μου ἀμάρας εἰς ἀπηλιώτην ἕως τοῦ ὁρίου Σαλατῶκε κατὰ τὰ παλαιὰ καὶ ἀρχαῖα ὅρια, τῆς δὲ ἀβρόχου ἄνευ φόρου ἀναμφιλόγως. ἡ μίσθωσις κυρία καὶ βεβαία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Βίκτωρ Ἑρμαυῶτος ὁ προκείμενος μεμίσθωμαι ὡς πρόκειται. Φλαύιος Θεότεκνος Ψαίου ἀποπραιποσίτου ἀξιωθεὶςἀξιωθὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμμα τα μὴ εἰδότος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.