no image
DDbDP-text
Ἑρμοφίλῳ βασιλικῷ γραμματεῖ Ἀρσινοίτου Ἡρακλίδου μερίδος παρὰ Πρείσκου Μύστου τοῦ Ὀρσε νούφεως μητρὸς Ἰσχυριαί νης ἀπὸ κώμης Πτολεμαίδος Ὅρμου. ὁ τῆς γυναι κός μου πατὴρ Δεῖος Ἰσιδώρου τοῦ Εἰρηναίου μητρὸς Ἡρᾶτος τελῶν τὰ ἐπικεφάλειαἐπικεφάλια ἐπὶ τῆς κώμης ἐτελεύτησεν τῷ ἐνεστῶτι μηνί. διὸ ἀξιῶ ταγῆναι αὐτοῦ τὸ ὄνομα ἐν τῇ τῶν τετελευτηκότων τάξει ὡς ἐπὶ τῶν ὁμοίων. κωμογραμματεῖ Πτολεμαίδος Ὅρμου. εἰ ταῖς ἀληθείαις ὁ προγεγραμμένος ἐτελεύτησεν, τὸ ἀκόλουθον ἐπιτέλει ὡς πρὸς σὲ τοῦ λόγου καὶ κινδύνου ὄντος ἐάν τι μὴ δεόντως γένηται. Ἑρμόφιλος βασιλικὸς σεσημείωμαι διὰ Ὡρου βοηθοῦ. ἔτους κε Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς, Ἁθὺρ ιηSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.