no image
DDbDP-text
Linked by Trismegistos ID
TM 8934.
Each record below describes this same ancient text from a different angle.
λδ Σαραπίωνι βασιλικῷ γραμματεῖ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Ἀπύγχεως τοῦ Ἀπύγχεως μητρὸς Θαήσεως τῶν ἀπὸ κώμης Φιλοπάτορος τῆς καὶ Θεο γένους. ὁ συνγενής μου Παποντῶς Ὀρσενούφεως τοῦ Παποντῶτος μητρὸς Ταρμούθεως λαογραφού μενος ἐπὶ τῆς προκειμέ νης κώμης ἐτελεύτησε τῷ Ἐπὶφ μηνὶ τοῦ ἐνεσ τῶτος ε ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου. διὸ ἀξιῶἀξιῶι ταγῆναι αὐτὸν ἐν τῇ τῶν τετελευτη κότων τάξει καὶ ὀμνύω τὴν Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς τύχην ἀληθῆ εἶναι τὰ προγεγραμμένα. Ἀπύγχις ἐτῶν λβ οὐλὴ γόνατι δεξιῷ καὶ ὡς εἰκονίζεται φαμένου μὴ εἰδέναιεἰδόναι γράμματα διὰ νομογράφου. ἔτους ε Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς ἘπὶφSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.