no image
DDbDP-text
Φνεβιέως ὁ ἀνε μεριδάρχηι παρὰ τὴν σὴν μισο πονηρίαν οἷς καὶ συνθεωρήσαντες τῆι κβ τοῦ Παχὼν ἐπελθόντες Μένανδρος καὶ Δημήτριος Θαλοῦ μετʼ ἐπαγωγῆς τοῦ ἀρχεφόδου Σωσιβίου καὶ Πετεχῶντος θεαγοῦ οὐ μόνον συντρίψαντες θύραν καὶ ἐπιθέμενοι τῆι μητρὶ περὶ τούτων λογοποιουμένηι ἐξύβρισαν οὐ μετρίως καὶ εἰς τὸν περὶ τοῦ ζῆν κίνδυνον περι στήσαντες καὶ βίᾳ τρυγήσαντες τὸν περι στερεῶνα ἀπηλλάγησαν. ἀξιῶ ἐὰν φαίνηται συντάξαι καταστῆσαι τούτους ἐπὶ σὲ καὶ διαλαβεῖν περὶ αὐτῶν μισοπονήρωςμεισοπονήρως, εἰς δὲ τὸ λοιπὸν μηδὲν βίαιον συντελεῖν, τυχόνταςτυχόντες ὧν προσήκει πρὸς ἐπίστασιν ἄλλων, ἵνʼ ὦ ἀντειλημμένος. εὐτύχειSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.