no image
DDbDP-text
Privatbrief via HGV-meta
Linked by Trismegistos ID
TM 30955.
Each record below describes this same ancient text from a different angle.
Ἰσεῖς Θερμουθίωι τῇ μητρὶ πλεῖστα χαίρειν. τὸ προσκύνημά σου ποιῶ καθʼ ἑκάστην ἡμέραν παρὰ τῷ κυρίῳ Σαράπιδι καὶ τοῖς συννάοις θεοῖς. γεινώσκειν σε θέλω, ὅτι εὖ καὶ καλῶς γέγονα εἰς Ἀλεξάν δρειαν ἐν τέσσαρσι ἡμέραις. ἀσπάζομαι τὴν ἀδελφήν μου καὶ τὰ παιδία καὶ Ἐλουᾶθ καὶ τὴν γυναῖκα αὐτοῦ καὶ Διοσκο ροῦν καὶ τὸν ἄνδρα αὐτῆς καὶ τὰ παιδία καὶ Τάμαλιν καὶ τὸν ἄνδρα αὐτῆς καὶ τὸν υἱὸν καὶ Ἥρωνα καὶ Ἀμμωνάριον καὶ τὰ παι δία αὐτῆς καὶ τὸν ἄνδρα καὶ Σανπατʼ καὶ τὰ παιδία αὐτῆς. καὶ ἐὰν θελήσῃ Ἀϊῶν στρατεύσασθαι, ἐρχέσθω· στρατεύονταιστρατυοται γὰρ πάντες. ἐρρῶσθαι σε ὑμᾶς εὔχομαι πανοικί. παρὰ Ἰσεῖτος θυγατρός.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.