no image
DDbDP-text
Antichretischer Pachtvertrag via HGV-meta
Linked by Trismegistos ID
TM 2665.
Each record below describes this same ancient text from a different angle.
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βερενίκης θεῶν Εὐεργετῶν ἔτους ἑβδόμου ἐφʼ ἱερέως Ἀγαθοκλέους τοῦ Ἀγαθοκλέους Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐερ γετῶν καὶ θεῶν Φιλοπατόρων κανηφόρου Ἀρσινόης Φιλαδέλφου Φιλησοῦς τῆς Δημητρίου μηνὸς ἐμίσθωσεν εἰς ἐνιαυτὸν σπόρον καὶ θερισμὸν ἕνα ἀπὸ τοῦ σπόρου τοῦ ἐν τῶι ἑβδόμωι ἔτει οὗ οἱ καρποὶ εἰς τὸ ὄγδοον ἔτος Δαμᾶς τῶν οὔπω ὑφʼ ἡγεμόνα Ζήνωνι τὸν ἑαυτοῦ κλῆρον ὅλον ἄσπερμον ἀκίνδυνον πλὴν ἀβρόχου ἐκ φορίου πυρῶν ἀρταβῶν ἐνενήκοντα · τὰ δʼ ἐκφόρια τὰ συγγεγραμμένα ἀποδότω Ζήνων Δαμᾶντι ἐνἐμ μηνὶ Δύστρωι τοῦ ὀγδόου ἔτους πυρὸν καθαρὸν ἄδολον μέτρωι χόϊ δικαίωι μετρήσει δικαίαι καὶ ἀπενεγκάτω εἰς οὗ ἂν Δα μᾶς συντάξηι ἰδίωι ἀνηλώματι· ἐὰν δὲ μὴ ἀποδῶι κατὰ τὰ γεγραμμένα ἀποτεισάτω Ζήνων Δαμᾶντι τιμὴν τῆς ἀρτάβης ἑκάστης τῶν πυ ρῶν δραχμὰς δέκα · ἐὰν δέ τι πραχθῇ Ζήνων ὑπὲρ τοῦ κλήρου εἰς τὰ τοῦ κλήρου βασιλικὰ ἢ ἰδιωτικά, ὑπολογείτω Ζήνων εἰς τὰ ἐκφόρια καὶ ἡ πρᾶξις Δαμᾶντι παρὰ Ζήνωνος πράσσοντι κατὰ τὸ διάγραμμα. κυριευ έτω δὲ Δαμᾶς τῶν καρπῶν ἕως ἂν τὰ αὑτοῦ κομίσηται. ὁμολογεῖ δὲ Δαμᾶς ἔχειν παρὰ Ζήνωνος πρόδομα ἄτοκον χαλκοῦ νομίσματος δραχμὰς ἑκατόν · ταύτας δὲ ἀποδότω Δαμᾶς Ζήνωνι πρὸ τοῦ αὐτὸν τὰ ἐκφόρια κομίσα σθαι. ἐὰν δὲ μὴ ἀποδῶι ἐξέστω Ζήνωνι ἀνεπευθύνωι ὄντι ὑπολογεῖν σῖτον τῶν ἑκατὸν δραχμῶν ἀπὸ τῶν ἐκφορίων τιμῆς ὡς ἂν πωλῆ ται ἐπὶ τῆς ἅλω καὶ προσδεχέσθω Δαμᾶς. βεβαιούτω δὲSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.