no image
DDbDP-text
Aufhebung eines Sicherungskaufes via HGV-meta
Linked by Trismegistos ID
TM 57.
Each record below describes this same ancient text from a different angle.
ἔτους ιϛ τοῦ καὶ ιγ Μεχεὶρ ε ἐν Παθύρει ἐφʼ Ἑρμίου τοῦ παρὰ Πανίσκου ἀγορανόμου ἀφίσταται Νεχθανοῦπις Πατσεοῦτος Πέρσης ὡς ἐτῶν νε καὶ οἱ τούτου υἱοὶ ἀπὸ τῆς πεπραμένης αὐτοῖς ὑπὸ Πετεαρσεμθεία Πανοβχούνιος γῆς σιτοφόρου ἐν τῷ περὶ Παθύρειν πεδίωι ἄρουρηςἀρουραν μιᾶςμίαν , ἧς γείτονες νότου γῆ Πατοῦτος τοῦ Ὥρου καὶ τῶν ἀδελφῶν, βορρᾶ γῆ Χενσθώτου τοῦ Ἁρπαήσιος, ἀπηλιώτου γῆ Λέους καὶ τῶν μετόχων, λιβὸς περίχωμα ἢ οἳ ἂν ὦσι γείτονες πρὸς χαλκοῦ τάλαντα τρίατρεία · οἳ καὶ παρόντες ἐπὶ τοῦ ἀρχείου ἀνωμολογήσαντοἀνομολογήσαντο Νεχθανοῦπις καὶ οἱ τού του υἱοὶ ἀπέχειν τὴν λύτρα τῆς σημαινομένης ἀρούρηςἀρουραν μιᾶςμίαν , καὶ μὴ ἐπελεύσασθαι Νεχθανοῦπιν καὶ τοὺς τούτου υἱοὺς μηδʼ ἄλλον τινὰ τῶν παρʼ αὐτῶν ἐπὶ τὸν Πετεαρσεμθεία μηδʼ ἐπʼ ἄλλον τινὰ τῶν παρʼ αὐ τοῦ περὶ τῶν σημαινομένων ταλάντων, εἰ δὲ μὴ ἥ τʼ ἔφοδος τῶι ἐπιπορευομένωι ἄκυρος ἔστω καὶ προσ αποτεισάτω ὁ ἐπελθὼν ἐπίτιμον παραχρῆμα χαλκοῦ τάλαντα ἓξ καὶ ἱερὰς βασιλεῦσι ἀργυρίου ἐπισήμου δραχμὰς ρκ καὶ μηθὲν ἧσσον κύριον εἶναι κατὰ τὰ προγεγραμμένα. Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρημάτικα ἐπίλυσις Πετεαρσεμθεία Πανοβχούνιος γῆς ἀρούρης α ἧς πέπραται Νεχθανοῦπις Πατσεοῦτος καὶ οἱ τούτου υἱοί.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.