no image
DDbDP-text
Erledigung einer Schuld, Alexandrien via HGV-meta
Linked by Trismegistos ID
TM 18613.
Each record below describes this same ancient text from a different angle.
κόλλημα Πρωτάρχωι παρὰ Φιλάμμονος τοῦ Ἀμμωνίου καὶ παρὰ Δημητρίου τοῦ Σαραπίωνος Φιλομητορείου. περὶ τῶν διεσταμένων συγχωρεῖ Δημήτριος μήτε αὐτοὺς μητʼ ἄλλον ὑπὲρ αὐτῶν μηδένα ἐπελεύσεσθαι ἐπὶ τὸν Φιλάμμονα ὑπὲρ ὧν διαγεγραφήκασιν εἰς τιμὴν χαρτῶν ἐν τῷ ιγ ἔτει Καίσαρος Ἐπαγομένων Δημήτριος δραχμῶν ἑκατὸν διὰ τῆς Διονυσίου κολλυβιστικῆς τραπέζης, Πάτρων δὲ διὰ τῆς αὐτῆς τραπέζης ἐν τῶι αὐτῶι ἔτει δραχμὰς σ, ὥστʼ εἶναι τριακοσίας δραχμὰς διὰ τὸ ὑπὲρ τῶν ἐπὶ τὸ αὐτὸ δραχμῶν τριακοσίων εὐπειθῆ γεγονέναι τὸν Δημήτριον ὑπὸ τοῦ Φιλάμμονος καὶ ἀπεσχηκέναι παρʼ αὐτοῦ διὰ χειρὸς ἐξ οἴκου τὸ συνπε πεισμένον· εἶναι μὲν αὐτόθεν ἀκύρους τὰς σημαινομένας διαγραφάς, παρέξεσθαι δὲ καὶ τὸν Πάτρωνα μὴ ἐπιπορευόμενον ἐπὶ τὸν αὐτὸν Φιλάμμονα περὶ τῶν τοῦ ἀργυρίου δραχμῶν διακοσίων μη δὲ περὶ ἄλλου μηδενὸς ἁπλῶς ἐνγράπτου ἢ ἀγράφου τῶν ἕως τῆς ἐνεστώσης ἡμέρας, μηδεμίαν δὲ Δημητρίῳ καταλείπεσθαι ἔφοδον ἐπὶ τὸν Φιλάμμονα περὶ μηδενὸς ὁμοίως ἐγγράπτου ἢ ἀγράφου ἀπὸ τῆς αὐτῆς ἡμέρας, τὸν δὲ καὶ ἐπελευσόμενον ἐπὶ τὸν Φιλάμμονα περὶ τῶν αὐτῶν αὐτὸν Δημήτριον ἀποστήσειν παραχρῆμα τοῖς ἰδίοις δαπανήμασι καὶ ἐκτείσεινἐκτείσιν αὐτῷ ὃ ἐὰν πραχθῇ ἢ βλαβῇ ὑπό τινος ὁ Φιλάμμων χά ριν τούτων σὺν ἡμιολίᾳ καὶ τὰ βλάβη καὶ δαπανήματα καθάπερ ἐκ δίκης ἢ χωρὶς τοῦ κύρια εἶναι τὰ συγκεχωρημένα ἔτι καὶ ἐνέχεσθαι αὐτὸν παραβαίνοντατὸν παραβαίνοντα τῷ ὡρισμένῳ προστίμῳ ἔτους α Καίσαρος Φαρμοῦθι κδSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.