no image
DDbDP-text
Rückzahlung eines Darlehens mit παραμονή, Alexandrien via HGV-meta
Linked by Trismegistos ID
TM 18604.
Each record below describes this same ancient text from a different angle.
Πρωτάρχωι παρὰ Ἡλιοδώρου τοῦ Ἡλιοδώρου τοῦ καὶ Ἀφροδεισίου Ἀλθαιέως καὶ παρὰ Διδύμου καὶ Σεύθου ἀμ φοτέρων Διδύμου καὶ τῆς τοῦ Διδύμου γυναικὸς Θεοδότης τῆς Θεοδώρου μετὰ κυρίου τοῦ ἀνδρός. συνχωρεῖ ὁ Ἡλιόδωρος ἀπεσχηκέναι παρὰ τοῦ Διδύμου καὶ Σεύθου καὶ Θεο δότης διὰ χειρὸς ἐξ οἴκου τὰ δάνειαδάνηα ἃ ἐδάνεισεν αὐτοῖς κατὰ συνχω ρήσεις δύο τὰς διὰ τοῦ αὐτοῦ κριτη ρίου γεγονυίας τῶι ιγ ἔτει Καίσαρος Φαμενὼθ μίαν μὲν δραχμὰς ἑξακοσίας ἑξήκοντα καὶ τοὺς τού των τόκους, τὴν δὲ ἑτέραν δρα χμὰς ἑκατόν , καὶ εἶναι ἀκύρους ἀμφοτέρας τὰς συνχωρήσεις καὶ τὰς γενηθείσας κατʼ αὐτὰς δια γραφὰς διὰ τῆς Ζωίλου τραπέζης σὺν τῇ διὰ τῆς τῶν ἑκατὸν δρα χμῶν συνχωρήσεως σημανθεί σηι παραμονῇ τοῦ Διδύμου καὶ Θεοδότης υἱοῦ Διδύμου καὶ μὴ ἐπελεύσεσθαι τὸν Ἡλιόδωρον μηδʼ ἄλλον ὑπὲρ αὐτοῦ ἐπὶ τὸν Δίδυ μον καὶ Σεύθην καὶ Θεοδότην μήτε περὶ τῶν αὐτῶν μήτε περὶ ἄλλου μηδενὸς ἁπλῶς ὀφειλή ματος ἢ ἀπαιτήματος ἐγγράπτου ἢ ἀγράφου ἀπὸ τῶν ἔμπροσθεν χρόνων μέχρι τῆς ἐνεστώσης ἡμέρας, ἀλλὰ μηδὲ ἐπὶ τὸν υἱὸν Δίδυμον ἐπελεύσεσθαι περὶ τῶν κατὰ τὴν παραμονὴν τρόπωι μηδενὶ ἢ χωρὶς τοῦ κύρια εἶναι τὰ συνκεχωρημένα ἐνέχεσθαι αὐτὸν παραβαίνοντα τοῖς τε βλάβε σι καὶ τῶι ὡρισμένωι προστίμωι. ἔτους κ Καίσαρος Παχὼν θ ἀμφοτέρων Σεύθης καὶ Δίδυμος Δίδυμος καὶ Θεοδότη Θεοδώρου τῶι Ἡλιοδώρωι ἀργυρίου δραχμὰς ψξSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.