no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 9222.
Each record below describes this same ancient text from a different angle.
ἀντίγραφον ὑπομνήματος. Σωκράτῃ καὶ Ἀντιπάτρῳ γεγυμνασιαρχηκόσι βιβλιοφύλαξιν ἐνκτήσεων Ἀρσινοίτου παρὰ Σαταβοῦτος τοῦ Ἀπύγχεως πρεσβυτέρου τοῦ Στοτοήτεως νεωτέρου ἱερέως τῶν ἀπὸ τῆς Σοκνοπαίου Νήσου τῆς Ἡρακλείδου μερίδος. κατὰ τὰ κελευσθέντα ἀπογράφομαι εἰς τὴν ἐνεστῶσαν ἡμέραν καθαρὰ ἀπό τε ὀφειλῆς καὶ ὑποθήκης καὶ παντὸς διεγγυήματος πατρικὸν ἐν τῇ αὐτῇ κώμῃ ἕβδομονὄγδοον μέρος οἰκιῶν ε καὶ αὐλῶν ε καὶ οἰκιῶν ἐν ὑποθήκῃ ἥμισυ μέρος οἰκίας καὶ αὐλῆς ἐν ᾗ ἐξέδρα, παρὰ Παπεῖτος τοῦ Παπεῖτος καὶ τέταρτον μέρος ἑτέρας οἰκίας καὶ αὐλῆς, πρότερον Πανεφρέμμιος οἰκονόμου καὶ πέμπτον μέρος ἑτέρας οἰκίας καὶ αὐλῆς πρότερον Πανεφρέμμιος τοῦ Σαταβοῦτος καὶ μέρος τετάρτου μέρουςτέταρτον μέροσ ἑτέρας οἰκίας καὶ αὐλῆς καὶ περὶ Ἡρακλείαν τῆς Θεμίστου μερίδος πατρικὰς κλήρου κατοικικοῦ ἀρούρας α 𐅵 γ. διὸ ἐπιδίδωμι τὴν ἀπογραφήν. ἀντίγραφον σημειώσεωςσημιόσεωςσημειωσάμενοσ. Σωκράτης διὰ Πτολεμαίου γραμματέως κατακεχώρικακατα κειμ. ἔτους γ Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ μηνὸς Τῦβι θ. DemoticSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.