no image
DDbDP-text
Ἀνδρόμαχος Ἁρχήβει χαίρειν· τοῦ πρὸς Λεωνίδην τὸν σιτολόγον χρημα τισμοῦ ἀντίγραφον ὑπόκειται· ἔρρωσο· ἔτους Λεωνίδῃ· τοῦ παρὰ Διονυσίου καὶ Ἡρωΐδου τῶν πρὸς τῇ ναυλώσει χρη ματισμοῦ ἀντίγραφον ὑπόκειται· κατακολουθήσας οὖν ἐμβαλοῦ συνεπιστέλλοντος Ἁρχήβιος τοῦ βασιλικοῦ γραμματέως εἰς σκάφην ἀγωγῆς κ, πυροῦ καθαροῦ ἀδόλου κεκοσκινευμένου μέτρῳ δοχικῷ τῷ πρὸς τὸ χαλκοῦν καὶ σκυτάλῃ δικαίᾳ, ἐπιβι βασθέντων φυλακιτῶν κεκληρουχημένων τῶν μάλιστα πίστιν ἐχόντων, οἷς καὶ τὸ δεῖγμα κατεσφραγισμένον ἐπιτεθήσεται ἐν γεΐνοις ὠμοῖς ἀγγείοις καὶ παρακομιοῦσι παρὰ τοῦ πρὸς τῇ σιτηρᾷ τῆς ἐξαιρέσεως τοὺς καθήκοντας χρηματισμοὺς ληφθεί σης καὶ τοῦ ναυκλήρου χειρογραφίας ὅρκου βασιλικοῦ περὶ τοῦ ἀκακοποίητον ἀποκαταστήσειν εἰς τὴν πόλιν τὸν γόμον οὐ στραγευσάμενον ἐν τῶι πόρωι μετὰ τῆς Παγκράτου καὶ Δημη τρίου τῶν περὶ τὴν διοίκησιν μαχαιροφόρων καὶ ἐπίπλων γνώμης, ἀγωγῆς πυροῦ ἀρτάβας ἑπτακοσίας εἴκοσι καὶ σύμβολον καὶ ἀντισύμβολον ποίησαι πρὸς αὐτούς· ἉρχήβειSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.