no image
DDbDP-text
Ἀνδρόμαχος Ἁρχήβει χαίρειν· τοῦ πρὸς Λεωνίδην τὸν σιτολόγον χρηματισμοῦ ἀντίγραφον ὑπόκειται· ἔρρωσο· ἔτους Λεωνίδηι· τοῦ παρὰ Διονυσίου καὶ Ἡρωΐδου τῶν πρὸς τῇ ναυλώσει χρηματισμοῦ ἀντίγραφον ὑπόκειται· κατακολουθήσας οὖν ἐμβαλοῦ συνεπιστέλλοντος Ἁρχήβιος τοῦ βασιλικοῦ γραμματέως εἰς σκάφην ἀγωγῆς Β, πυροῦ καθαροῦ ἀδόλου κεκοσκινευμένου μέτρῳ δοχικῷ τῶι πρὸς τὸ χαλκοῦν καὶ σκυτάλῃ δικαίᾳ, ἐπιβιβασθέντων φυλακιτῶν κεκληρουχημένων τῶν μάλιστα πίστιν ἐχόντων, οἷς καὶ τὸ δεῖγμα κατεσφραγισμένον ἐπιτεθήσεται ἐν γεΐνοις ὠμοῖς ἀγγείοις καὶ παρακομιοῦσι παρὰ τοῦ πρὸς τῇ σιτηρᾷ τῆς ἐξαιρέσεως τοὺς καθήκοντας χρηματισμοὺς ληφθείσης καὶ τοῦ ναυκλήρου χειρογραφίας ὅρκου βασιλικοῦ περὶ τοῦ ἀποκαταστήσειν εἰς τὴν πόλιν τὸν γόμον ἀκακοποίητον οὐ στραγευσάμενον ἐν τῷ πόρῳ μετὰ τῆς Παγκράτου καὶ Δημητρίου τῶν περὶ τὴν διοίκησιν μαχαιροφόρων καὶ ἐπίπλων γνώμης, ἀρτάβας πεντακοσίας γίνονται πυροῦ ἀρτάβαι φ · μέτρησον διʼ Ἡρακλείδου σιτολόγου εἰς τὴν σκάφην Ἀντιπάτρου Ασ· μέτρησον εἰς τὴν σκάφηνσκαφη Διοδότου Β α Πτολεμαίου ἰδίου λόγου ἐμβαλοῦ διὰ Λεωνίδου σιτολόγου φορικοῦ συνα γομένας τοσι ληφθσυ ἉρχήβειSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.