no image
DDbDP-text
Report of Proceedings before the High Priest via HGV-meta
Linked by Trismegistos ID
TM 9627.
Each record below describes this same ancient text from a different angle.
ρθαι Ἁρπαγάθην καὶ Ἀνχῶφιν καὶ Στοτοῆτιν υἱοὺς ἑαυ Πακύσιος Σαταβοῦτος προσαγαγόντος υἱοὺς ἑαυτοῦ Ἁρπαγάθην καὶ Ἀνχῶφιν καὶ Στο τοῆτιν διτοπηθνδι περιτεμεῖν αὐτοὺς διὰ τὸ παρατεθεῖσθαι τὰς τοῦ γέ νους αὐτῶν ἀποδείξεις τῷ τοῦ νομοῦ βασιλικῷ στρατηγῷ καὶ ἀναγνωσθείσης τῆς ἐπιστολῆς Θεοδώρου στρατηγοῦ Ἀρσινοίτου Ἡρακλείδου μερίδος διὰ Πτολεμαίου βασιλικοῦ γραμματέως Θεμίστου οὕτως ἐχούσης· διαδεχομένου καὶ τὰ κατὰ τὴν στρατηγίαν Θεόδωρος στρατηγὸς Ἀρσινοίτου Ἡρακλείδου μερίδος διὰ Πτολεμαίου γραμματέως βασιλικοῦ Θεμίστου μερίδος διαδε χομένου τὰ κατὰ τὴν στρατηγίαν Κλαυδίῳ Ἀγαθοκλεῖ τῷ τιμιωτάτῳ χαίρειν· Πακῦσις Σαταβοῦτος τοῦ ανεφρεμμε Σαταβοῦτος ἱερεὺς τρίτης φυλῆς τῆς Σοκνοπαίου θεοῦ μεγάλου μεγάλου καὶ τῶν συννάων θεῶν ἱεροῦ λογίμου τοῦ ὄν τος ἐν κώμῃ Σοκνοπαίου Νήσου ἐπέδωκέ μοι βιβλίδιον βουλόμενος ἱερατικῶς περιτεμεῖν υἱοὺς ἑαυτοῦ Ἁρπαγάθην καὶ Ἀνχῶφιν καὶ Στοτοῆτιν ἐκ μητρὸς Θα σῆτος τῆς Ἁρπαγάθου θ αὐτῶν καὶ εἰς ἀπόδειξιν τοῦ εἶναι ἱερατικοῦ γένους διὰ τακτοῦ παρέθετο ἀντίγραφον κατʼ οἰκίαν ἀπογραφῆς θ ἔτους Ἀντωνείνου τοῦ κυρίου καὶ εἰκονίσατο ἔτει Θεοῦ Ἁδριανοῦ ἐπὶ τῆς γραφῆς τῶν τοῦ νομοῦ δημοσί ων λόγων βιβλιοφυλάκων ἀντίγραφον κολλήματος ἐπιγεννήσεως τῶν παίδων συνθεμένων ἐπὶ ταῖς ἀποδείξεσιν Πετοσούχου τοῦ καὶ Πτολεμαίου Ὀννώφρεως στολιστοῦ Σούχου θεοῦ μεγάλου μεγάλου καὶ τῶν συννάων θεῶν καὶ διαδόχου προφητεί ας τῶν ἐν Ἀρσινοίτῃ θεῶν Πανεφρέμμεως τοῦ Ὥρου καὶ Σαταβοῦτος Ὥ ρου τοῦ Σαταβοῦτος καὶ τοῦ Ἀνχώφεως καὶ Τεσενούφεως Τεσενούφεως καὶ Ἁρπαγάθου τῶν β ἱερέων τῆς κώμης· γράφω σοι, τιμιώτατε, παραγ γείλας τῷ Πακύσι ἥκειν μετὰ τῶν παίδων· εἰσὶν μέντοι πρὸς τὸ ἐνεστὸς ιθ ἔτος τοῦ κυρίου ἡμῶν Ἀντωνείνου Καίσαρος κατὰ τὴν ὡς πρόκειται γενομένην αὐτῶν ἐπι γέννησιν ὁ μὲν Ἁρπαγάθης ἐτῶν η, ὁ δὲ Ἀνχῶφις ἐτῶν ε, ὁ δὲ Στοτοῆτις ἐτῶν β· ἐρρῶσθαί σε εὔχομαι, τιμιώτατε· ἔτους ιθ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς Φαμενὼθ μετὰ τὴν ἀνάγνωσιν Ἀγαθοκλῆς ἐπύθετο, εἴ τινα σημεῖα ἔχουσιν οἱ παῖδες ἐπὶ τοῦ σώματος· Ἰμούθου Ἀμούνιος ἱερογραμματέως εἰπόντος ἀσήμους αὐτοὺς εἶναι, Κλαύδιος Ἀγαθοκλῆς ὁ ἀρχιερεὺς καὶ ἐπὶ τῶν ἐν Αἰγύπτῳ ἱερῶν παρασημειωσάμενος τὴν ἐπιστολὴν τῷ Πακύσι εἶπεν· δύνανται καθʼ ἃ ἀξιοῖς οἱ υἱοί σου Ἁρπαγάθης καὶ Ἀνχῶφις καὶ Στοτοῆτις περι τμηθῆναι κατὰ τὸ ἔθος·Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.