no image
DDbDP-text
Kauf von Schilfrohr gegen Vorauszahlung via HGV-meta
Linked by Trismegistos ID
TM 16146.
Each record below describes this same ancient text from a different angle.
ἐν ὀνόματι τῆς ἁγίας καὶ ζωοπο βασιλείας τοῦ θειοτάτου καὶ γαληνοτάτου καὶ θεοστεφοῦς ἡμῶν δεσπότου Φλαυίου Ἡρακλείου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος καὶ μεγίστου εὐεργέτου ἔτους ἑβδόμουἑπδόμου, Παῦνι εἰκασπρώτῃ ἕκτης ἰνδικτίονος. Αὐρήλιος Πέτρος υἱὸς Παύλου ἐκ μητρὸς Ἀγνοίας ἀμπελουργὸς ἀπὸ ἐποικίου Ταναμηυ τοῦ Ἑρμουπολίτου νομοῦ Φλαυίῳ Βίκτορι τῷ αἰδεσιμωτάτῳ υἱῷ τοῦ μακαρίτου Κύρου ἀπὸ τῆς Ἑρμουπολιτῶν χαίρειν. ὁμολογῶ ἐσχηκέναι καὶ πεπληρῶσθαι παρά σου τῆς τελείας καὶ ἀξίας τιμῆς καλάμων δεμάτων τεσσαρακοσίων, γίνεται καλάμων δέματα υ, ἅπερ παρέξω σοι ἐν τῷ Μεχεὶρ μηνὶ τῆς παρούσης ἕκτης ἰνδικτίονος ἐν καλάμοις νέοις καλοῖς μακροῖς καὶ ἐκλέκτοις, ἀπὸ μὲν τῶν ρων καλάμων πεντήκοντα ἑκάστου δέματος, ἀπὸ δὲ τῶν πτυχίων καλάμων κτ ἑκάστου δέματος, ἀπροφασίστως· εἰ δὲ μὴ δώσω σοὶ τοὺς αὐτοὺς καλάμους ἐν τῇ αὐτῇ προθεσμίᾳ, παρέξω σοι ὑπὲρ τῆς αὐτῶν τιμῆς χρυσοῦ νομο κινδύνῳ ἐμῷ καὶ πόρῳ τῆς ἐμῆς παντοίας ὑποστάσεως· τὸ παρὸν γραμματεῖον κύριον καὶ βέβαιον, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Πέτρος ὁ προκείμενος ἐθέμην τουτσπρ ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος Αὐρήλιος Φοιβάμμων ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῷ γραμματείῳ ἀκούσας παρὰ τοῦ θεμένου. Αὐρήλιος φ Κύρου ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῷ γραμματείῳ ἀκούσας παρὰ τοῦ θεμένου. συμβολαιογράφου ϛϛϛ χειρόγραφον καλάμων δεμάτων υ γενόμενον παρὰ Πέτρου Παύλου ετ ἐποικίου Ταναμηυ τοῦ ἙρμουπολίτουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.