no image
DDbDP-text
Mutuo di denaro con interesse in natura via HGV-meta
Linked by Trismegistos ID
TM 21249.
Each record below describes this same ancient text from a different angle.
βασιλείας τοῦ εὐσεβεστάτου ἡμῶν δεσπότου μεγίστου Εὐεργέτου Φλαουίου Μαυρικίου Τιβερίου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους ζ ὑπατείας τοῦ αὐτοῦ γαληνότητος ἔτους ζ τῆς η ἰνδικτίονος. τῷ θαυμασιωτάτῳ τοῦ προνοητῇ τοῦ υἱῷ τοῦ τοῦ ἀπὸ ταύτης τῆς Ἑρμου πόλεως, Αὐρήλιος Παμούθιος υἱὸς Πασατίου μητρὸς τὴς ὁρμώμενος ἀπὸ κτήματος Νετνηοῦτος τοῦ Ἑρμου πολίτου χαίρειν. ὁμολογῶ ἐσχηκέναι καὶ δεδανεῖσθαι παρὰ σοῦ εἰς ἰδίαν μου καὶ ἀναγκαίαν χρείαν κεφαλαίου χρυσοῦ νόμισμα ἓν ἰδιωτικῷ ζυγῷ γίνονται χρυσοῦ νόμισμα α ἰδιωτικῷ ζυγῷ, ὅπερ ἑτοίμως ἔχω παρασχεῖν σοι μετὰ τῶν ὑπὲρ αὐτοῦ νειλοκαλάμης μανδακίωνμαντακίον ἓξ ἐν τῷ Φαρμοῦθι μηνὶ τῆς σὺν θεῷ παρούσης ὀγδόης ἰνδικτίονος ἀνυπερθέτως, κινδύνῳ ἐμῷ καὶ τῶν ἐμοὶ ὑπαρχόντωνἑπαρχόντων, τῶν καὶ ὑποκειμένων εἰς τοῦτο. κύριον τὸ γραμματεῖον ἁπλοῦν γραφὲν καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Παμούθιος υἱὸς Πασατίου τοῦ στοιχεῖ μοι τοῦτο τὸ γραμματεῖον ὡς πρόκειται. Ἰωάννης τοῦ ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου ὄντος διʼ ἐμοῦ Ἰωάννου γραμματεῖον Παμουθίου υἱοῦ Πασατίου ἀπὸ κτήματος Νετνηοῦτος χρυσοῦ νομίσματος α ἰδιωτικῷ ζυγῷ ἐπικέρδεια νειλοκαλάμης μανδακίωνμαντακίωνSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.