no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 9135.
Each record below describes this same ancient text from a different angle.
Μαξίμῳ στρατηγῶι ἈρσινοίτουἈρσινοείτου Ἡρακλείδου μερίδος καὶ Ἡρακλείδῃ βασιλικῷ γραμματεῖ τῆς αὐτῆς μερίδος καὶ Ὀρσενούφι κωμογραμματεῖ Καρανίδος καὶ Διοσκόρῳ καὶ τοῖς λοιποῖς λαογράφοις τῆς αὐτῆς κώμης παρὰ Πεθέως τοῦ Πεθέως τοῦ Πνεφερῶτος μητρὸς Ταμύσθας ἀπὸ κώμης Καρανίδος. κατὰ τὰ κελευσθέντα ἀπογρά φομαι ἐμαυτόν τε καὶ τοὺς ἐμοὺς εἰς τὴν τοῦ διεληλυθότος ἐνάτου ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου κατʼ οἰκίαν ἀπογραφὴν εἰς τὴν ὑπάρχουσαν τῇ γυ ναικί μου Ἀφροδοῦτι Ἄπιτος ἐν τῇ κώμῃ οἰκίαν καὶ αὐλὴν οὖσαν ἐπʼ ἀμφόδου Κωμογραμματέων. εἰμὶ δὲ Πεθεὺς ὁ προγεγραμμένος ἀπολελυμένος τῆς λαογραφίαςλαογραφείας ἐτῶν οϛ οὐλὴ ποδὶ δεξιῷ, καὶ τὴν γυναῖκά μου Ἀφροδοῦν Ἄπιτος τοῦ Παποντῶτος ἐτῶν ο οὐλὴ γόνατιγόνατει δεξιῷ καὶ τὴν ἐξ ἀμφοτέρων θυγατέρα Διοδώραν ἐτῶν λγ ἄσημον καὶ τὰ ἐξ αὐτῆς τέκνα θηλυκὰ τρία , ἅπερ ἀπε γράψατο ὁ πατὴρ Πεθεὺς Πεθέωςς Πεθέως διὰ ἑτέρου κολλήματος ὑπάρχειὑπάρχι δὲ τῇ θυγατρὶ παιδίσκη δούλη Τασουχάριον ἐτῶν λβ ἄσημος, ὑπάρχει δὲ καὶ τῇ Ἀφροδοῦτι οἰκία κωι ψιλὸς τόπος. Πεχ σεσημείωμαι. Ἀπολλώνιος σεσημείωμαι. ἔτους ι Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Ἐπεὶφ λ ἀπογραφαὶ εἰκονισμοῦἰκονισμοῦεἰκονίουἰκονίου ἐμοῦ Δείου καὶ τοῦ πρεσβυτέρου τῷ ἔτει Ἀντωνίνου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.