no image
DDbDP-text
Diogenes an Eumathius via HGV-meta
Linked by Trismegistos ID
TM 33123.
Each record below describes this same ancient text from a different angle.
τῷ δεσπότῃ μου Εὐμαθίῳ Διογένης. πολλὰς ἀποστέλλων ἐπιστολὰς διὰ πολλοῦ μόλις τὰ παρὰ σοῦ πεμπόμενα γράμματα κομίζομαι, ἃ σπανίως ἀποστέλλεις. ἀπέστειλα καὶ νῦν καὶ διὰ συμμάχου διαφέροντος Μέλανι τῷ σπεκουλάτορι ἄλλας τρεῖς ἐπιστολάς. ἵνʼ οὖνἱνοῦν ταύτας ὑποδέξῃ, γράφω. τὰς ὑδρίαςὑδρείας καὶ χύτραςκύθρας καὶ βαυκάλεις μοι ἀπόστειλονἀπόστιλον διὰ τοῦ φέροντος τὰ ἐπιμηνίδια πλοίου. περὶ Φιλαδέλφου οὐδέν μοι ἔγραψας. πῶς διάγει; ποίησον Σαλιοῦν τὸν ἀπὸ Τόκα δοῦναιυναι σοι τὸ φαινόλιονφελόνιον Ἀθανασίου τοῦ βοηθοῦ, ἵνα ἀποστείλῃςἀποστίλῃς ἡμῖνἡμεῖν ἐνταῦθα. καὶ κεράμιον τυρῶν ἀποσταλήτω ἡμῖνἡμεῖν. ἐλαίαςελεας ἀπόστειλονἀπόστιλον καὶ φακῆν λελεπισμένην ὀλίγην καὶ σιτάριον ὀλίγον λελεπισμένον, τοσοῦτον ὅσον καὶ πέρυσι ἀπεστάλη. τὰς κεραίαςκερέας τοῦ κραβάκτου μοι ἀπόστειλονἀπόστιλον. πολλάκις σοι ἔγραψα ἵνα μοι δηλώσῃς περὶ Θεοδώρου, εἰ ἐπαύσατο ἀλγῶν τὸν ὀδόντα. εἰ ἐλάβετεελαβετη τὸν χόρτον τῆς Ἀδέου τὸν Κορνηλίου, δήλωσόνδήλωλόν μοι, καὶ περὶ τοῦ λάκκου καὶ περὶ θερινῶν ἔργων ἐν ταῖς μηχαναῖς καὶ εἰ οἱ φόροι συνεπληρώθησαν. πῶς διάγει ἡ Διονυσία; ἐρρῶσθαί σε πολλοῖς χρόνοις εὔχομαι, κύριέ μου. τῶι δεσπότῃ μου ἐν Ὀξυρύγχῳ Εὐμαθίωι Διογένης σχολαστικόςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.