no image
DDbDP-text
Elias to Andronicus via HGV-meta
Linked by Trismegistos ID
TM 37467.
Each record below describes this same ancient text from a different angle.
πολλὰς μὲν ἡμέρας ἔχω ἀφʼ οὗ κατείληφα τὴν Ἡρακλέους καὶ νομίσας ἐν ταύταις ἐπιφθάνεινἐπιφθάννειν ὑμᾶς παρεκράτησα τὰς πρὸς ὑμᾶς δύο ἐπιστολάς, ἃς ἐπιφέρομαι. πάλιν δὲ γνοὺς ὅτι ἔτι διασύρετε αὐτόθι, ταύτας ἔπεμψα νῦν διὰ τοῦ εὐδοκιμωτάτου Μηνᾶ, μήπως ἀναγκαίαν ουσιν ἀπόκρισιν. περὶ δὲ τῶν δύο ζυγῶν τῶν σινδονίων γνῶναι ὑμᾶς βούλομαι ὡς ταύτας ἀποδέδωκα Μηνᾷ τῷ κολλεκταρίῳ καὶ διʼ αὐτοῦ ἀπεδόθησαν τῷ κυρίῳ Ἀσώκᾳ τῷ ταβουλαρίῳ. πολλήσας καὶ συνσι ὁ αὐτὸς κύριος Μηνᾶς διεβεβαιοῦτο ἀποδεδωκέναι αὐτὸν τὰς δύο ζυγὰς καὶ ἐπηγγέλλετο ὀχλούμενος παρʼ ἐμοῦ πέμψαι πρὸς ὑμᾶς τὰ ἀντίγραφα ὁτεδήποτε διαβῶ αὐτὸν ἐξερχόμενος ἀπʼ Ἀλεξανδρείας, καὶ ἐπειδὴ ἔτυχεν αὐτὸν ἀηδίᾳ περιπεσεῖνπεριπεσῖν καὶ μὴ εὑρεθῆναι αὐτὸν ἐν τῇ Περόνῃ, τούτου χάριν οὐκ ἔσχον αὐτοῦ γράμματα πρὸς ὑμᾶς, ἀλλʼ ὁ κύριος Μηνᾶς ὁ κολλεκτάριος εἶπεν ὅτι, ἐγὼ λαμβάνω παρʼ αὐτοῦ γράμματα καὶ πέμπω τῷ κυρίῳ Ἀνδρονίκῳ ἔσωθεν γραμμάτων ἐμῶν, καὶ πρὸς τῷ μηκέτι ὑμᾶς ὀλιγωρῆσαι ἔγραψα. λέγει δὲ ὁ κολλεκτάριος ὅτι, Ἀσώκας τινὰ εἴδη κατενέγκας ἀφῆκεν παρὰ τοῖς ἀπογομωταῖς καὶ οὐκ ἐμελεσλαβεῖν καὶ δοῦναί μοι αὐτὰ καὶ ἔχουσιν αὐτὰ ἕως ἄρτι οἱ ἀπογομωταί. καὶ ἐπειδὴ οὐκ ἐγράψατε αὐτῷ δοῦναι τίποτε καὶ λαβεῖν αὐτά, ἀφῆκεν αὐτὰ καὶ αὐτός, καὶ πρὸς τῷ ὑμᾶς εἰδέναι καὶ τοῦτο ἐσήμανα. πολλὰ διὰ ἁπάσης τῆς ἐπιστολῆς προσκυνῶ ὑμᾶς. πολλὰ ὑμᾶς διʼ ἐμοῦ προσαγορεύει καὶ ὁ ἀδελφὸς Μηνᾶς ὁ βεστιάριος. ἐπίδος τῷ δεσπότῃ μου τὰ πάντα εὐδοκιμωτάτῳ γνησίῳ φίλῳ καὶ ἀδελφῷ Ἀνδρονίκῳ παρὰ Ἠλεία νοταρίου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.