no image
DDbDP-text
Petition to a Strategus via HGV-meta
Linked by Trismegistos ID
TM 17909.
Each record below describes this same ancient text from a different angle.
Ἰουλίῳ Ἀμμωνίῳ τῷ καὶ Εὐαγγέλῳ στρατηγῷ Θινίτου, παρὰ Αὐρηλίας Σενπατοῦτος Πανούρι ος Τιτοῆτος ἀπὸ Θινός. περὶ ἑσπέ ραν τῆς διελθούσης ἡμέρας πλῆθος κακούργων ἐπῆλθεν τῇ οἰκίᾳ μου ἐν κώμῃ Θινὶ καὶ ἔπληξαν τὸν ἄνδρα μου Τιτοῆν Κορτᾶτος σκυτέα κατὰ τοῦ ἀριστεροῦ ὤμου καὶ τῆς ἀριστερᾶς χειρὸς ξίφεσι καὶ τὸν υἱόν μου Ψεκῆν καὶ ἔπληξαν κατὰ τῆς κεφαλῆς καὶ ὅσα εὗρον ἐπὶ τῆς οἰκίας ἐβά σταξαν, κατασχίσαντες πάσας τὰς θύρας. ἀγνοηθέντων οὖν μοι τῶν κακούργων ἐπιδί δωμι τάδε τὰ βιβλίδια ἀξιοῦσα ἀποτάξαι σε ὑπηρέτην τὸν ἐπο ψόμενον τὴν περὶ αὐτοὺς διάθεσιν πρὸς τὸ δύνασθαι αὐ τοὺς τῆς δεούσης θεραπείας τυχεῖν. ἔτους γ Αὐτοκράτορος Καίσαρος Μάρκου Ἰουλίου Φιλίππου Εὐσεβοῦς Εὐτυχοῦς καὶ Μάρκου Ἰουλίου Φιλίππου γενναιοτάτου καὶ ἐπιφανεστάτου Καίσαρος Σεβαστῶν, Μεχεὶρ ιε. Αὐρηλία Σενπατοῦς Πανοῦρ Τιτοῆτος ἐπιδέδωκα. ἔγραψα ὑπὲρ αὐτῆς Αὐρήλιος Σωτὴρ Σωτῆρος μὴ εἰδυίαςἰδυίας γράμματα. ἐπεστάλη Σαραπίων ὑπηρέτης. ἴσον βιβλιδίου Σενπατοῦτος ἐπι στέλλεταίἐπιστέλλαιταί σοι ὅπως συνπαραλαβὼν δημόσιον ἰατρὸν καὶ ἐπιδὼν τὴν περὶ τὸν ἄνδρα αὐτῆς καὶ τὸν υἱὸν διάθεσιν ἐνγρά φως προσφωνήσῃς. ἔτους δ Μεχεὶρ ιε.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.