no image
DDbDP-text
Order to Supply Seed - Corn via HGV-meta
Linked by Trismegistos ID
TM 17573.
Each record below describes this same ancient text from a different angle.
υσις ἐπʼ ὀνόματος Θατρῆτος Διογένους μητρὸς Τανεχώτιδος ἐκ τοῦ Ταρουθίνου καὶ Παρμενίωνος ἄρουραν α ἄρούρας γ 𐅷 σπειρομένας τῷ ἐνεστῶτι γ ἔτει πυρῷ, δαπανῶσι κατὰ ἄρουραν σπερμάτων πυροῦ ἀρτάβην α τὰς συναγομένας πυροῦ καθαροῦ ἀδόλου ἀκρίθου κεκοσκινευμένου μέτρῳ δημοσίῳ ἀρτάβας γ 𐅷, ἃς καὶ καταθήσονται εἰς τὴν γῆν ἐπακολουθούντων τῶν εἰωθότων μηδενὸς ὑπολογουμένου εἰς ὀφειλὴν ἢ εἰς ἕτε ρόν τι καὶ ἐκἐγ νέων ἀποδώσουσι τὰς ἴσας ἅμα τοῖς τῆς γῆς δημοσίοις, παρ ὧν καὶ λάβετε τὴν καθήκουσαν ἀποχὴν δισσὴν ὧν τὴν ἑτέ ραν ἐμοὶ ἀναδώσετε. ἔτους γ Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ μηνὸς Νέου Σεβαστοῦ ιζ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.