no image
DDbDP-text
Registration of Sheep and Goats via HGV-meta
Linked by Trismegistos ID
TM 22503.
Each record below describes this same ancient text from a different angle.
θ Ἱέρακι στρατηγῷ παρὰ Πετοσίριος καὶ ἀμφοτέρων Πετοσοράπιος καὶ Πετσίριος τοῦ Ιε ἀπὸ κώμης Τυχιν τῆς κάτω τοπαρχίας. ἀπογραφόμεθα εἰς τὸ ἐννόμιον τοῦ ἐνεστῶτος ζ ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ τὰ ὑπάρχοντα ἑκάστῳ πρόβατα, ὁ μὲν Πετοσῖρις πρόβατα πεντήκοντα αἶγας τρεῖς, ὁ δὲ πρόβατα δεκα δύο, αἶγα μίαν , ὁ δὲ Πετσῖρις πρόβατα ὀκτώ, ὧν τὸ ἐπὶ τὸ αὐτὸ πρόβατα ο, αἶγες δ, καὶ τοὺς ἐπακολουθοῦντας ἄρνας ἐρίφους, ἃ νεμήσεται περὶ καὶ διʼ ὅλου τοῦ νομοῦ διὰ νομέως Ἑργέως τοῦ Παυσίριος ἀπὸ τῆς αὐτῆς κώμης λαογραφουμένου, ὧν καὶ ταξόμεθα τὸ καθῆκον ἐννόμιον. Σαραπίων τοπάρχης σεσημείωμαιἀναγέγραφασεσημείωμαι πρόβατα ἑβδομήκοντα αἶγας τέσσαρας, γίνονται πρόβατα ο, αἶγες δ ἔτους ζ Τιβερίου Καίσαρος Σεβαστοῦ,Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.