no image
DDbDP-text
Declaration of Prices via HGV-meta
Linked by Trismegistos ID
TM 15259.
Each record below describes this same ancient text from a different angle.
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίνου Σεβαστοῦ τὸ ε καὶ Λικινίου Καίσαρος τὸ α. Οὐαλερίῳ Ἀμμωνιανῷ τῷ καὶ Γεροντίῳ διοικοῦντι λογιστείαν Ὀξυρυγχίτου παρὰ τοῦ κοινοῦ τῶν ἁλοπωλῶν διʼ ἐμοῦ Αὐρηλίου ΠαήσιοςΠαησίου Σαπρί ωνος. ἀκολούθως τοῖς κελευσθεῖσιν ἰδίῳ τιμήματι προσφωνῶ τὴν ἑξῆς ἐνγεγραμ μένην τιμὴν ὧν χειρίζωχιρίζω ὠνίων καὶ ὀμνύω τὸν θεῖον ὅρκον μηδὲν διεψεῦσθαι. ἔστι δέ· ἁλὸς ἀρτάβης α δηνάρια σν. ὑπατείας τῆς προκειμένης, Φαμενὼθ λ. Αὐρήλιος Παῆσις ἐπιδέδωκα προσφωνῶν ὡς πρόκειται. Αὐρήλιος Ὡρίων ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.