no image
DDbDP-text
Undertaking on Oath via HGV-meta
Linked by Trismegistos ID
TM 12597.
Each record below describes this same ancient text from a different angle.
α ἀπὸ κώμης ε εονων ὀμνύω τὴν Μάρκου Αὐρηλίου Σεουήρου Ἀντωνίνου Παρθικοῦ Μεγίστου Βρεταννικοῦ Μεγίστου Γερμανικοῦ Μεγίστου Εὐσεβοῦς Σεβαστοῦ τύχην ἅμα τοῖς ἐξ ἀρχόντων αἱρεθεῖσι εἰς τοῦτο συνεξελέσθαι καὶ συν καταστῆσαι ὄνους πεμπομένους εἰς τὴν εὐκταιοτάτην ἐπιδημίαν τοῦ κυρίου ἡμῶν Αὐτοκράτορος Σεουήρου Ἀντωνίνου, οὓς καὶ ἀποκαταστήσω καὶ παραδώσωπαραδόσω εἰς τὸ ἐν μηδενὶ μεμφθῆναι ἢ ἔνοχος εἴην τῷ ὅρκῳ. παρέσχον δὲ ἐνγυητὴν εἰς τοῦτο ΑὐρήλιονΑὐρηλιο Πωλίωνα Λτος ἀπὸ τῆς αὐτῆς κώμης παρόντα καὶ εὐδοκοῦντα ἐπὶ πᾶσι τοῖς προκειμένοις. ἐγράφη ἐπακολουθοῦντος Αὐρηλίου Μαμερτί νου τοῦ καὶ Πτολεμαίου ὑπηρέτου. καί εἰσι Αὐρήλιοι Πακλῆς ἐτῶν μ οὐλὴ ἀντικνημίῳ δεξιῷ, Πωλίων ἐτῶν με οὐλὴ ἀντικνημίῳ ἀριστερῷ. ἔτους κδ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀντωνίνου Παρθικοῦ Μεγίστου Βρεταννικοῦ Μεγίστου Γερμανικοῦ Μεγίστου Εὐσεβοῦς Σεβαστοῦ, Ἁθὺρ λ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.