no image
DDbDP-text
Eid betreffs Annona - Lieferung via HGV-meta
Linked by Trismegistos ID
TM 20107.
Each record below describes this same ancient text from a different angle.
λεπτῶν ξύλων χαριτίνων τῆς πρὸ ἡμερῶν δέκα τῶν παρακομισθέντων σοι γραμμάτων τοῦ λαμπροτάτου στρατηλάτου Δομιτίου Φιλίππου περὶ ἑτοιμασίας ἀννώνης τῶν παρεπιδημησάντων ἐνταῦθα στρατιωτῶν ἅμα Σενεκίωνι τῷ κρατίστῳ ὀμνύομεν τὴν τοῦ κυρίου ἡμῶν Αὐτοκράτορος Καίσαρος Μάρκου Ἀντωνίου Γορδιανοῦ Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ τύχην πωλεῖσθαι τὰς ἑκατὸν δέσμας τῶν αὐτῶν χαριτίνων λεπτῶν ξύλων δραχμῶν ἑπτὰ ὀβολοῦ καὶ μὴ διεψεῦσθαι ἢ ἔνοχοι εἴημεν τῷ ὅρκῳ· καὶ ἐπερωτηθέντες ὁμολογήσαμεν. ἔτους δ Αὐτοκράτορος Καίσαρος Μάρκου Ἀντωνίου Γορδιανοῦ ΕὐσεβοῦςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.