no image
DDbDP-text
Declaration to an Acting Strategus via HGV-meta
Linked by Trismegistos ID
TM 15340.
Each record below describes this same ancient text from a different angle.
Ἀμμωνιανῷ βασιλικῷ γραμματεῖ διαδεχομένῳ τὴν στρατηγίαν διὰ Πτολεμαίου διαδόχου παρὰ ιας τῆς καὶ Ἱερακιαίνης θυγατρὸς Ἱέρακος γενομένου στρατηγοῦ Διοπολείτου Μικροῦ Θηβαΐδος. πρὸς εἶδος ἀναπεμφθὲν ὑπὸ τοῦ διέποντος τὴν ἐγλογιστίαν τοῦ νομοῦ ἀπὸ διαλογισμοῦ Μαικίου Λαίτου τοῦ λαμ προτάτου ἡγεμόνος περί τινων ἐστρα τηγηκότων ὡς μὴ μεταβαλομένων τὰ ἐγβατικὰ βιβλία, ἐν οἷς καὶ ὁ ἐμὸς πα τὴρ Ἱέραξ Διονυσίου στρατηγήσας τοῦ Διοπολείτου, δηλῶ τὰ τῆς τάξεως βιβλία μεταβεβλῆσθαι τῷ μετʼ αὐτὸν στρα τηγήσαντι ἀκολούθως τῇ γραφείσῃ ἐπιστολῇ ὑπὸ Ἀλφειοῦ τοῦ κρατίστου γενομέ νου ἐπιτρόπου τῶν οὐσιακῶν εξντ ἧς ἐστιν ἀντίγραφον Ἀλφειὸς στρατηγῷ Ὀξυρυγχίτου· τῆς γραφείσης μοι ἐπιστολῆς ων Ἱέρακος στρατηγήσαντος τοῦ Διοπολείτου Μεικροῦ Θηβαΐδος τὸ ἀντίγραφον πεμφθῆναί σοι ἐκέλευσα ὅπως, ἐπεὶ παρέθετο γράμματα τοῦ μετὰ τὸν Ἱέρακα στρατηγήσαν τος Ἀπολλωνίου ὁμολογοῦντος τὰ βιβλία τῆς τάξεως μετειλη φέναι, φροντίσῃς μηδὲν καινὶ ζεσθαικενὶζεσθαι περὶ τὰς προσόδους αὐ τῶν ἐκ τῶν πρότερον ἐπιστα λέντων. ἐρρῶσθαί σε εὔχομαι. ἔτους γ Μεσορὴ ι. ἕως τούτου ἡ ἐπιστολή. ἵνʼ οὖν εἰδῇς καὶ τῷ μεταδοθέντι εἴδει αὐτὰ ταῦ τα παραθῇ, φανερόν σοι ποιῶ. ἔτους ια Αὐτοκρατόρων Καισάρων Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ Μεγίστου καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Σεβαστῶν καὶ Πουβλίου Σεπτιμίου Γέτα Καίσαρος Σεβαστοῦ, Ἁθὺρ β.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.