no image
DDbDP-text
Letter of Epistrategus via HGV-meta
Linked by Trismegistos ID
TM 16424.
Each record below describes this same ancient text from a different angle.
Δημήτριος στρατηγὸς Ὀξυρυγχείτου. τῆς γραφείσης μοι ὑπὸ Ἰουλίου Μαξιμιανοῦ τοῦ κρατίστου ἐπιστρατήγου περὶ καταστάσεως πραγματικῶν ἀντίγραφον δημοσίᾳ προέθηκα ὡς ἐκελεύσθη, ἵνα πάντες εἰδῶσι ἃ διετάξατο. ἔτους δευτέρου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Ἐπεὶφ κγ. Ἰούλιος Μαξιμιανὸς Δημητρίωι στρατηγῷ Ὀξυρυγχείτου χαίρειν. εἰ καὶ διὰ τῶν ὑπομνηματισμῶν οὓς προτέθηκαπροτέθεικα δῆλα ἔσται τὰ τῶν κατασταθέντων εἰς τὰς πρα γματείας ὀνόματα, οὐ περισσὸν ἡγησάμην τὸ καὶ διὰ τῆς ἐπιστολῆς αὐτὰ ποιῆσαι φανερά, ἣν καὶ αὐτὴν βούλομαί σε ἐν δημοσίῳ προθεῖναι τόπῳ. πέπεισμαι γὰρ ἅπαντας τοὺς κατασταθέντας ὑπʼ ἐμοῦ ὡς ὑπο λαμβάνω ἐπιμελῶς καὶ μεθʼ ἧς προσῆκεν ἐξετάσεως ἀκολούθως ταῖς τοῦ κρατίστου ἡγεμόνος ἐντολαῖςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.