no image
DDbDP-text
Declaration of Inheritance via HGV-meta
Linked by Trismegistos ID
TM 15982.
Each record below describes this same ancient text from a different angle.
Αὐρηλίῳ Ἀντύλλῳ στρατηγῷ Ὀξυρυγχίτου παρὰ ΑὐρηλίαςΑὐρηλίαις Σαραπιάδος τῆς καὶ Ἡρακλεί ας καὶ Αὐρηλίας Τσεντούρβωνος καὶ Αὐρη λίας Τσενοσείρεως διὰ Αὐρηλίου Ἡρακλειανοῦ. ἀπογραφόμεθα κατὰ τὰ κελευσθέντα ὑπὸ Αὐ ρηλίου Τερψιλάου τοῦ γενομένου ἐπιτρόπου τῶν οὐσιακῶν ἡμᾶς ἐνγεγράφθαι κλη ρονόμους κατὰ διαθήκην Αὐρηλίου Μώ ρου ἀπελευθερικοῦ καὶ ἄξια εἶναι τὰ κα ταλειφθέντα ὑπʼ αὐτοῦ δραχμῶν ὀκτα κοσίων καὶ ὀμνύομεν τὴν Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Καίσαρος τοῦ κυρίου τύχην μὴ ἐψεῦσθαι. ἔτους ε Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, Παχών. Αὐρήλιος Ἡρακλιανὸς ἐπιδέδωκα καὶ ὤμοσα τὸν ὅρκον.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.