no image
DDbDP-text
Letter of Ammonius via HGV-meta
Linked by Trismegistos ID
TM 25080.
Each record below describes this same ancient text from a different angle.
Ἀμμώνιος Ἀπολλωνίωι τῶι ἀδελφῶι χαίρειν. ἐκομισάμην τὴν κεχιασμένην ἐπιστολὴν καὶ τὴν ἱματιοφορίδαἱματοφορίδα καὶ τοὺς φαινόλας καὶ τὰς σύριγγαςσύνριγγας οὐ καλάς, τοὺς δὲ φαινόλας οὐχ ὡς παλαιοὺς ἔλαβον ἀλλʼ εἴ τι μεῖζόν ἐστιν και νῶν διὰ προαίρεσιν. οὐ θέλω δέ σε, ἄδελφε, βα ρύνειν με ταῖς συνεχέσισυνεχεσέσι φιλανθρωπίαις, οὐ δυνάμενον ἀμείψασθαι, αὐτὸ δὲ μόνον ἡμεῖς προαίρεσιν φιλικῆς διαθέσεως νομί ζομεννομίζωμεν παρεστακέναι σοι. παρακαλῶ δέ σε, ἄδελφε, μηκέτι λόγον ποιεῖσθαι πε ρὶ τῆς κλειδὸς τῆς μονοχώρου. οὐ γὰρ θέ λω ὑμᾶς τοὺς ἀδελφοὺς ἕνεκα ἐμοῦ ἢ ἄλ λου διαφοράν τινα ἔχειν. ὁμόνοιαν γὰρ καὶ φιλαλληλίανφιλαλληίαν εὔχομαι ἐν ὑμῖνὑμεῖν διαμένειν ἵνʼ ἦτε ἀκαταλήρητοι καὶ μὴ ἦτε ὁμοῖοι ἡμῖνἡμεῖν. ἡ γὰρ πεῖρα ἐπάγεταί με προτρέψασ θαι ὑμᾶς εἰρηνεύειν καὶ μὴ διδόναι ἀφορ μὰς ἑτέροις καθʼ ὑμῶν. πείρασαι οὖν καὶ διʼ ἐμὲ τοῦτο ποιεῖν, χαρισάμενός μοι ὃ με ταξὺμετοξὺ ἐπιγνώσῃ ἀγαθόν. τὰ ἔρια ἂν ᾖς εἰλη φὼς παρὰ Σαλβίου πλήρη καὶ ᾖ σοι ἀρεσ τά, ἀντίγραψόν μοι. γελοῖα δέ σοι γέγραφα διὰ τῆς προτέρας ἐπιστολῆς, ἃ παραδέξῃ· ἡ γὰρ ψυχὴ ἀνειμένη γείνεται, ὅταν τὸ σὸν ὄνομαωνομα παρῇ, καὶ ταῦτα οὐκοὐχ ἔθος ἐχού σης ἠρεμεῖν διὰ τὰ ἐπερχόμενα, ἀλλʼἀλʼ ὑπο φέρει Λεωνᾶς. ἀσπάζομαί σε, δέσποτα, καὶ τοὺς σοὺς πάντας. ἔρρωσο, τιμιώτατετειμιώτατεμιωτατε Ἀπολλωνίωι Ἀπολλω ἐπισκέπτῃ ἀδελφῷ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.