no image
DDbDP-text
Letter from Bassus (?) to Eulogius via HGV-meta
Linked by Trismegistos ID
TM 30396.
Each record below describes this same ancient text from a different angle.
Βάσος Εὐλογίῳ ἀδελφῷ χαίρειν καλῶς ποιήσεις ὁμιλήσαςὁμειλήσας τῷ Ἀμόι περὶ τῆς οἰκίας τοῦ ἐ πιβάλλοντος αὐτῷ μέρους καὶ δηλώσας μοι τὴν ποσό τητα τῆς τιμῆς καὶ ὡσαύτως Ἀπολλω νίῳἈπολλωνίου καὶ ΘεοδώρῳΘεοδώρου· ἀλλʼ ὅρα μὴ ἀμελήσῃς, ἄδελφε. ὡς γὰρ οἶδας, ἀπαραίτητός ἐστιν ἡ χ ρεία· νομίζω ὅτι καί σοι κα ταφαίνεται εὔλογον εἶναι τὸ ἀποδημῆσαι, λοιπὸν ἤδη καὶ θερμανθέντων τῶν ἀέ ρων· εἰ οὖν τι ἔχεις ἐν χερσί, διαθοῦ αὐτό, ἵνα, ἐὰν μη δὲν ἐναντίον, τῇ δεκάτῃ ἐξορ μήσωμεν· ἐὰν ᾖ σοι ἀβαρές, σκυλεὶς πρὸς Θέονα τὸν σκυ τέα καὶ Γερόντιον ποίησον αὐτοὺς γενέσθαι πρὸς μὲ ἅ μα τῷ τὰ γράμματά σοι ἐπι φέροντι, καὶ Διοσκουρίδην δὲ τὸν χρυσοχόον· ἐπίστει λον δέ μοι πάντως. ἐρρῶσθαί σε εὔχομαι, κύριε ἄδελφε, πανοικεὶ ἐπὶ μήκιστον χρόνον.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.