no image
DDbDP-text
Καλπουρνίῳ Ὡρίωνι νεωκόρῳ τοῦ μεγάλου Σαράπιδος τῷ κρατίστῳ ὑπομνηματογράφῳ παρὰ Αὐρηλίου Θαήσιος ἀπὸ τῆς λαμπρᾶς Ὀξυρυγχιτῶν πόλε ως. ἐπειδὴ ἔδοξεν ἐν τῇ κρατίστῃ βου λῇ ὥστε τοὺς λελειτουργηκότας μετα σχεῖν τῆς τοῦ σίτου δωρεᾶς καὶ αὐ τὸς λειτουργήσας ἐπʼ ἀμφόδου δημοσίαν ὀνηλασίαν, ταγείς τε διὰ τῶν ἐπιδοθέντων ὑπὸ ἡμε τέρου φυλάρχου βιβλίων, πρὸς δὲ τὴν τῆς η ἐτύγ χανον ἐν ἀποδημίᾳ ὤν, νῦν γοῦν παραγενόμενος σημαίνω ἐμαυτὸν καὶ ἀξιῶ καὶ αὐτὸς μετασχεῖν τῆς τοῦ σίτου δωρεᾶς κατὰ τὰ δόξαντα τῇ κρατίστῃ βουλῇ κατʼκαθʼ ἴσον τῶν ὁμοίων μου. διευτύχει.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.