no image
DDbDP-text
Μάρκῳ Αὐρηλίῳ Ἀχιλλεῖ τῷ καὶ Ἀμμωνίῳ τῷ κρατίστῳ ὑπομνηματογράφῳ καὶ τοῖς αἱρεθεῖσι ὑπὸ τῆς κρατίστης βουλῆς διάδοσιν ποιήσασθαι τοῦ σιτηρεσίουσειτηρεσίου παρὰ Αὐρηλίου Σαραπάμμωνος τοῦ καὶ Ἀλεξάνδρου ἀνεγράφην ἐπʼ ἀμφόδου Τεμιούθεως ἐφʼ οὗ λειτουρ γῶ καὶ ἐπεκρίθην τῷ ἔτει. νῦν δὲ δι ὰ τῶν ἐπιδοθέντων πρὸς τὸ σιτηρέσιον βιβλίων ὁ τοῦ ἡμετέρου ἀμφόδου φύ λαρχος Ἀμύντας παρεῖκέ μου τὸ ὄνομα κατὰ πλάνην. διὰ ταῦτα ἀξιῶ κατὰ τὴν ὑμῖν προσοῦσαν ἀγαθὴν εὐεργεσίαν δια κελεῦσαι ταγῆναί με ἐν τοῖς τὸ σιτηρέσι ον λαμβάνουσιν πρὸς τὸ καὶ ἐμὲ δύνα σθαι τῆς κοινῆς φιλανθρωπίας μετασχεῖν. διευτυχεῖτε.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.