no image
DDbDP-text
vestiges καὶ ἐπικριθεὶς τῷ α ἔτει ἐτῶν ἑκκαίδεκα ταγείς τε διὰ τοῦ ἐπιδοθέντος ὑπὸ τοῦ τοῦ προκειμέ νου ἀμφόδου φυλάρχου πρὸς τὴν τῶν ἑκκαιδεκα ετῶν σιτοδοσίαν ἐν τῇ τῶν ἐπικεκριμένων τάξει καὶ μέχρι δεῦρο μὴ ὑπακούσας τῷ ἐπὶ τῆς ἀλλοδαπῆς ἀναγκαίας χρείας χάριν παρεστρα τεῦσθαι, νῦν ἀφιγμένοςἀφειγμένος καὶ ἐπιδεικνὺςἐπιδικνὺς τήν τε ἐπίκρισίν μου καὶ δηλῶν τὸ ἐντετάχθαι με διὰ τῶν βιβλίων ὡς προεῖπον, ἀξιῶ καὶ αὐτὸς πολίτηςπολείτης ὢν καὶ αὐθιγενής, ἐπιδιδοὺς ἅμα τάδε τὰ βιβλία, καθʼ ὁμοιότητα τῶν ἀπὸ τοῦ τῶν ἐπικεκριμέ νων τάγματος μετασχεῖν τῆςτη τοῦ σιτηρεσίου δωρεᾶς. διευτύχει. ἔτους γ Αὐτοκράτορος Καίσαρος Λουκίου Δομιττίου Αὐρηλιανοῦ Γουνθικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ. Παῦνι λ. Αὐρήλιος Σερῆνος ἐπικριτής· οὗτός ἐστιν ὁ ἐπικριθείς, ὃς καὶ ἀναγορευθεὶς ὑπήκουσεν. Αὐρήλιος Σιλβανὸς γνωστήρ· γνωρίζω τὸν προκείμενον οὕτως ἔχοντα καὶ αὐτός ἐστιν ὁ διακριθεὶς καὶ ἐπὶ τῆς ἀναγορίας ὑπήκουσεν.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.