no image
DDbDP-text
Registration of Livestock via HGV-meta
Linked by Trismegistos ID
TM 22238.
Each record below describes this same ancient text from a different angle.
Τιβερίωι Κλαυδίωι Ἀσκληπιάδῃ στρατηγῷ καὶ Πτολεμαίωι βασιλικῷ γραμματεῖ καὶ τοῖς γράφουσι τὸν Ὀξυρυγχίτην παρὰ Ἁρμιύσιος τοῦ Ἡρακλείου τῶν ἀπὸ Σύρων κώμης τῆς πρὸς λίβα τοπαρχίας. ἀπεγραψάμην τῶ ἐνεστῶτι ϛ ἔτει Νέρωνος Κλαυδίου καίσαρος σεβαστοῦ Γερμανικοῦ αὐτοκράτορος ἐπὶ τῆς αὐτῆς κώμης τῇτω πρώτῃ ἀπογραφῇ ἄρνας ἑπτά , ἐρίφους δύο , οἷς οὐδὲν προσγέγο νεν εἰς τὴν ἐνεστῶσαν ἡμέραν πρὸς τὴν δευ τέραν ἀπογραφὴν καὶ ὀμνύω Νέρωνα Κλαυδίον καίσαρα σεβαστὸν Γερμανικὸν αὐτοκράτορα μὴ ἐψεῦσθαι. διευτύχει λλς ὁ παρὰ Ἀσκληπιάδου στρατηγοῦ σεσημείωμαι. ἔτους ϛ Νέρωνος τοῦ κυρίου Ἐπεὶφ λ. Πασίων ὁ παρὰ Πτολεμαίου βασιλικοῦ γραμματέως σεσημείωμαι. ἔτους ϛ Νέρωνος τοῦ κυρίου Ἐπὶφ λ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.