no image
DDbDP-text
Declaration of Church Property via HGV-meta
Linked by Trismegistos ID
TM 16878.
Each record below describes this same ancient text from a different angle.
ἐπὶ ὑπάτων τῶν κυρίων ἡμῶν αὐτοκρατόρων Διοκλητιανοῦ τὸ ἔνατον καὶ Μαξιμιανοῦ τὸ η Σεβαστῶν Αὐρηλίοις Νείλῳ τῷ καὶ Ἀμμωνίῳ γυμ βουλευτῇ ἐνάρχῳ πρυτάνει καὶ Σαρμάτῃ καὶ Ματρίνῳ ἀμφοτέροις γυμ βουλευταῖς συνδίκοις τοῖς πᾶσι τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως Αὐρήλιος Ἀμμώνιος Κοπρέως ἀναγνωσ τὴς τῆς ποτε ἐκκλησίαςἐκλησίας κώμης Χύσεως ἐπιθεμένων ὑμῶν ἐμοὶ ἀκολούθως τοῖς γραφεῖσιγραφῖσι ὑπὸ Αὐρηλίου Ἀθανασίου ἐπιτρό που πριουάτης ὡς ἐκ κελεύσεως τοῦ δια σημοτάτου μαγίστρου τῆς πριουάτης Νερατίου ἈπολλωνίδουἈπολλωνιου περὶ τοῦ παραστῆσαι ἅπαντα τὰ εἴδηἴδη τὰ ἐν τῇ αὐτῇ ποτε ἐκκλησίᾳἐκλησίᾳ καὶ ἐμοῦ προενεγκαμένου μὴ ἔχειν τὴν αὐτὴν ἐκκλη σίανἐκλησείαν μήτε χρυσὸν μήτε ἄσημον μήτε ἀργύριον μήτε ἐσθῆτα μήτε τετρά ποδα μήτε ἀνδράποδα μήτε οἰκόπεδαοἰκόπαιδα μήτε ὑπάρχοντα μήτε ἀπὸ χαρισμάτων μηδʼ αὖ ἀπὸ διαθηκῶν εἰ μὴ μόνην τὴν εὑρεθεῖσανεὑρετῖσαν χαλκῆν πύλην καὶ παραδο θεῖσανπαραδοτῖσαν τῷ λογιστῇ πρὸς τὸ κατενεγχθῆναι ἐπὶ τὴν λαμπροτάτην Ἀλεξάνδριαν ἀκολούθως τοῖς γρα φεῖσιγραφῖσι ὑπὸ τοῦ διασημοτάτου ἡμῶν ἡγεμόνος Κλωδίου ΚουλκιανοῦΚολκιανοῦ καὶ ὀμνύω τὴν τῶν κυρίων ἡμῶν αὐτοκρατόρων Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων καισάρων τύχην ταῦθʼ οὕτως ἔχειν καὶ μηδὲν διε ψεῦσθαι ἢ ἔνοχος εἴην τῷ θείῳ ὅρκῳ ἔτους κ καὶ ιβ τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων καισάρων. Μεχεὶρ ι. Αὐρήλιος Ἀμμώνιος ὤμοσα τὸν ὅρκον ὡς πρόκειται· Αὐρήλιος Σερῆνος ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματαSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.