no image
DDbDP-text
Christian Letter of Commendation4 via HGV-meta
Linked by Trismegistos ID
TM 32694.
Each record below describes this same ancient text from a different angle.
τῶι κυρίῳ μου ἀδελφῶι ΣαραπίωνιΣνι Παῦλος εὖ πράττειν τῶι ἔσοπτρον κτησαμένωι ἢ ἄλλο τι τοιοῦτο ἐν χειρὶ ἔχοντι ἐν οἷς τὰ πρόσωπα ἐνοπτρίζεται οὐ χρεία ἐστιν τοῦ λέγοντος ἢ μαρτυροῦντος περὶ τοῦ αὐτῶι ἐπικειμένου χαρακτῆρος καὶ τῆς χροίας καὶ τοῦ εἴδους ὅπωςοποις πο ὑπάρχει. αὐτὸς γὰρ διʼ ἑαυτοῦ μάρτυς γέγονεν καὶ λέ γειν δύναται περὶ τῆς ἰδίας ὁμοιώσεως. καὶ οὐχ ὅτε τις αὐτῷ λέγει ἢ σαφηνίζει πε ρὶ τοῦ κάλλους καὶ τῆς εὐπρεπείας τῆς πε ρὶ αὐτὸν τότε πιστεύει. οὐ γὰρ κατὰκασα τοὺς ἄλ λους ὑπάρχει τοὺς ἐν ἀγνοίαι ὄντας καὶ τοῦ ἐσόπτρου πόρρω καθεστῶ τας τοῦ τὰς πάντων ὁμοιώσεις ἐπιδεί ξαντος. τὸ αὐτὸ δέ ἐστιν καὶ πρὸς σέ, ὦ φίλτατε. καὶ γὰρ ὡς διʼ ἐσόπτρου κα τεῖδεςκατῖδες τὴν πρὸς σέ μου ἔμφυτον στοργὴν καὶ ἀγάπην τὴν ἀεὶ νέαν. περὶ δὲ τῶν ἡμετέρων γνωρίμων τῶν σοι τὰ γράμματα καταφερόντων οὐ δέον μοι ἐστιν γράψαι σοὶ ἐπιστα μένῳ τὴν πρὸς πάντας σοῦ φιλίαν καὶ στοργήν, μάλιστα πρὸς τοὺς ἡμετέρους ἀδελφούς. προσδέξαι οὖν ἐν ἀγάπῃ ὡς φίλους, οὐ γὰρ κατηχούμενοί εἰσιν ἀλλὰ τῶν περὶ Ἰσίωνος καὶ Νικολάου ἰδίοι τυγχάνουσι, καὶ εἴ τιαι αὐτοῖς ποιεῖς ἐμοὶ ἐποί ησας. πάντες οἱ ἐνθάδε ἀδελφοὶ προσ αγορεύουσιν ὑμᾶς. ἀσπάσαι καὶ τοὺς σὺν σοὶ πάντας ἀδελφοὺς ἐκλεκτούς τε καὶ κα τηχουμένους. ἔρρωσο ὑμᾶς εὔχομαι. καὶ εἰ δυνατὸν σοί ἐστιν τοῖς ἄλλοις γράψαι περὶ τούτων μὴ ὀκνήσειςὀκνήσις ὅπως προσδέξωνται κατὰ τόπον Παῦλος τῷ ἀδελφῷ ιωνιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.